Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ γὰρ τὴν ἕω παραγενομένων αὐτῶν εἰς τὴν ἐκκλησίαν, θαυμάσιόν τι χρῆμα καὶ ὀνείρῳ προσεοικὸς, ὀρθὸς ἐφάνη ὁ τῇ προτεραίᾳ ἀκίνητος κίων, ἀπὸ μικροῦ διαστήματος ἐπὶ τῆς ἰδίας βάσεως αἰωρούμενος. Καταπλαγέντων οὖν πάντων, καὶ μόνον εἶναι Θεὸν ἀληθινὸν συνομολογούντων τὸν Χριστὸν, θεωμένων πάντων ἡσυχῇ διολισθήσας αὐτομάτως, ὡς ἀπὸ τέχνης τῇ βάσει προσηρμόσθη. Μετᾲ δὲ ταῦτα εὐπετῶς οἱ ἄλλοι ὠρθώθησαν, καὶ προθυμότεροι οἱ Ἵβηρες τὰ λοιπὰ ἐπετέλουν.

Σπουδῇ δὲ τῆς ἐκκλησίας οἰκοδομηθείσης, ὑποθεμένης τῆς αἰχμαλώτου, πέμπουσι πρέσβεις πρὸς Κωνσταντῖνον τὸν βασιλέα, συμμαχίαν καὶ σπονδὰς φέροντας: ἀντὶ δὲ τούτων ἱερέας τῷ ἔθνει ἀποσταλῆναι δεομένους. Διεξελθόντων δὲ τῶν πρέσβεων οἷα παῤ αὐτοῖς συνέβη, καὶ ὡς τὸ πᾶν ἔθνος ἐν ἐπιμελείᾳ πολλῇ σέβει τὸν Χριστὸν, ἥσθη τῇ πρεσβείᾳ ὁ Ῥωμαίων

132
βασιλεύς: καὶ πάντα κατὰ γνώμην πράξαντας τοὺς πρέσβεις ἀπέπεμψεν. Ὧδε μὲν Ἵβηρες τὸν Χριστὸν ἐπέγνωσαν, καὶ εἰσέτι νῦν ἐπιμελῶς σέβουσιν.