Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τὸ δὲ Ἀρείου δόγμα, εἰ καὶ πολλοῖς ἐν ταῖς διαλέξεσιν ἐσπουδάζετο, οὔπω εἰς ἴδιον διεκέκριτο λαὸν, ἢ ὄνομα τοῦ εὑρόντος: ἀλλὰ πάντες ἅμα ἐκκλησίαζον, καὶ ἐκοινώνουν. Πλὴν Ναυατιανῶν, καὶ τῶν ἐπικαλουμένων Φρυγῶν, Οὐαλεντινιανῶν τε καὶ Μαρκιωνιστῶν καὶ Παυλιανῶν, καὶ εἴ τινες ἕτεροι ἑτέρας ἤδη ηὑρημένας αἱρέσεις ἐπλήρουν.

Κατὰ τούτων δὲ πάντων νόμον θέμενος ὁ βασιλεὺς, προσέταξεν ἀφαιρεθῆναι αὐτῶν τοὺς εὐκτηρίους οἴκους, καὶ ταῖς ἐκκλησίαις συνάπτεσθαι, καὶ μήτε ἐν οἰκίαις ἰδιωτῶν, μήτε δημοσίᾳ ἐκκλησιάζειν. Κάλλιον δὲ τῇ καθόλου ἐκκλησίᾳ κοινωνεῖν εἰσηγεῖτο, καὶ εἰς ταύτην συνιέναι συνεβούλευσε. Διὰ τοῦτον δὲ τὸν νόμον, τούτων τῶν

217
αἱρέσεων οἶμαι τὴν πολλὴν ἀφανισθῆναι μνήμην.

Ἐπὶ μὲν γὰρ τῶν πρὶν βασιλέων, ὅσοι τὸν Χριστὸν ἔσεβον, εἰ καὶ τὰς δόξας διεφέροντο, πρὸς τῶν Ἑλληνιστῶν οἱ αὐτοὶ οἱ αὐτοὶ ἐνομίζοντο, καὶ κακῶς ὁμοίως ἔπασχον. Σφᾶς δὲ αὐτοὺς πολυπραγμονεῖν διὰ τὰς κοινὰς συμφορὰς οὐκ ἠδύναντο: καὶ διὰ τοῦτο ῥᾳδίως καθ̓ ἑαυτοὺς ἕκαστοι συνιόντες ἐκκλησίαζον, καὶ συνεχῶς ὁμιλοῦντες ἀλλήλοις, εἰ καὶ ὀλίγοι ἦσαν, οὐ διελύθησαν.

Μετὰ δὲ τοῦτον τὸν νόμον, οὔτε δημοσίᾳ ἐκλησιάζειν ἠδύναντο κωλυόμενοι, οὔτε λάθρα, τῶν κατὰ πόλιν ἐπισκόπων καὶ κληρικῶν παρατηρούντων. Ἐντεῦθεν δὲ περιδεεῖς οἱ πλείους γενόμενοι, τῇ καθόλου ἐκκλησίᾳ προσέθεντο. Οἱ δὲ καὶ ἐπὶ τῆς αὐτῆς γνώμης μείναντες, οὐκέτι διαδόχους τῆς αὐτῶν αἱρέσεως καταλιπόντες, ἐτελεύτησαν: ὡς μήτε εἰς ταυτὸν συνιέναι συγχωρούμενοι, μήτε ἀδεῶς ὁμοδόξους ἐκδιδάσκειν δυνάμενοι. Ἐπεὶ καὶ τὴν ἀρχὴν αἱ μὲν ἄλλαι αἱρέσεις ὀλίγους τοὺς ζηλώσαντας ἔσχον, ἢ διὰ σκαιότητα

218
δογμάτων, ἢ φαυλότητα τῶν εὑρόντων καὶ καθηγητῶν τούτων γενομένων.