Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὧδε μὲν Ἄρειον ἀποθανεῖν παρειλήφαμεν. Λόγος οὖν ἐπὶ πολλῷ χρόνῳ μηδένα χρήσασθαι τῇ καθέδρᾳ ἐφ̓ ᾗ τέθνηκεν: οἷα δὲ εἰς δημόσιον χῶρον διὰ τὴν χρείαν ὀχλουμένων, ὡς φιλεῖ ἐν πλήθει γίνεσθαι, καὶ παρακελευομένων ἀλλήλοις τῶν εἰσιόντων φυλάττεσθαι τὴν καθέδραν, ἀποτρόπαιος ἦν καὶ τοῖς μετὰ ταῦτα ὁ τόπος, ὡς ἀσεβείας ποινὰς αὐτόθι δεδωκότος Ἀρείου.

Χρόνῳ δὲ ὕστερον, τῶν τὰ αὐτοῦ φρονούντων τὶς πλούσιός τε ἐν δυνάμει, σπουδῇ χρησάμενος, ἐπρίατο τοῦτον τὸν τόπον παρὰ τοῦ δημοσίου, καὶ οἰκίαν κατεσκεύασε, καθελὼν τὴν προτέραν ὄψιν, ὥστε λήθην γενέσθαι τῷ δήμῳ, καὶ μὴ τῇ διαδοχῇ τῆς τοιαύτης ἀναμνήσεως, τὸν Ἀρείου θάνατον κωμῳδεῖσθαι.

Περὶ τῶν μετὰ τελευτὴν Ἀρείου συμβάντων ἐν Ἀλεξανδρείᾳ: καὶ οἷα τοῖς ἐκεῖσε ὁ μέγας ἔγραψε Κωνσταντῖνος.

Ἀλλὰ γὰρ οὐδὲ τούτου τελευτήσαντος, τέλος ἔσχεν

214
ἡ ζήτησις ὧν εὗρε δογμάτων. Οὐδὲ ἐπαύσαντο οἱ τὰ αὐτοῦ φρονοῦντες τοῖς τἀναντία δοξάζουσιν ἐπιβουλεύοντες.

Ἀμέλει τοι καὶ τοῦ Ἀλεξανδρέων δήμου συνεχῶς ἐκβοῶντος, καὶ ἐν λιταῖς ἱκετεύοντος περὶ τῆς Ἀθανασίου καθόδου, καὶ Ἀντωνίου τοῦ μεγάλου μοναχοῦ πολλάκις περὶ αὐτοῦ γράψαντος, καὶ ἀντιβολοῦντος μὴ πείθεσθαι τοῖς Μελιτιανοῖς, καὶ συκοφαντίας ἡγεῖσθαι τὰς αὐτῶν κατηγορίας, οὐκ ἐπείσθη ὁ βασιλεύς: ἀλλὰ τοῖς μὲν Ἀλεξανδρεῦσιν ἔγραψεν, ἄνοιαν καὶ ἀταξίαν ἐγκαλῶν: κληρικοῖς δὲ καὶ ταῖς ἱεραῖς παρθένοις ἡσυχίαν ἐπιτάττων: καὶ μὴ μετατίθεσθαι τῆς γνώμης ἰσχυρίζετο, μηδὲ μετακαλεῖσθαι τὸν Ἀθανάσιον, ὡς στασιώδη, καὶ ἐκκλησιαστικῇ καταδεδικασμένον κρίσει.

Ἀντωνίῳ δὲ ἀντεδήλωσε, μὴ οἷός τε εἶναι τῆς συνόδου ὑπεριδεῖν τὴν ψῆφον. Εἰ γὰρ καὶ ὀλίγοι, φησὶ, πρὸς ἀπέχθειαν ἢ χάριν ἐδίκασαν, οὐ δήπου πιθανὸν, τοσαύτην πληθὺν ἐλλογίμων καὶ ἀγαθῶν ἐπισκόπων τῆς ὁμοίας γενέσθαι γνώμης: τὸν γὰρ Ἀθανάσιον ὑβριστήν τε εἶναι καὶ

215
ὑπερήφανον, καὶ διχονοίας καὶ στάσεως αἴτιον. Οἱ γὰρ ἐναντίως ἔχοντες πρὸς αὐτὸν, περὶ ταῦτα μάλιστα διέβαλλον αὐτὸν, καθότι ὁ βασιλεὺς τοὺς τοιούτους ὑπερφυῶς ἀπεστρέφετο.