Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ γὰρ καὶ αὐτὸς Ἄρειος, ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐσεβίου δὲ κοινωνὸς, κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου Κωνσταντίνου τοῦ Αὐγούστου, ἀπαιτούμενος ἐγγράφως εἰπεῖν τὴν ἑαυτοῦ

211
πίστιν, ἔγραψεν ὁ δόλιος, κρύπτων τὰς ἀναιδεῖς δυσσεβείας λέξεις, ὑποκρινόμενος καὶ αὐτὸς ὡς ὁ διάβολος, τὰ τῶν γραφῶν ῥήματα ἁπλᾶ καὶ ὥς ἐστι γεγραμμένα.

Εἶτα λέγοντος τοῦ μακαρίου Κωνσταντίνου, Εἰ μηδὲν ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός: ἀμυνεῖται γὰρ ἐπιορκήσαντά σε αὐτὸς ὁ κύριος: ὤμοσεν ὁ ἄθλιος, μήτε ἔχειν μήτε ἄλλα παρὰ τὰ νῦν γραφέντα φρονεῖν, κἂν εἰρῆσθαι πώποτε εἴη παῤ αὐτοῦ. Ἀλλ̓ εὐθὺς ἐξελθὼν,

ὥσπερ δίκην δοὺς, κατέπεσε: καὶ πρηνὴς γενόμενος, ἐλάκησε μέσος. Πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος, θάνατός ἐστιν: καὶ οὐ δεῖ τινὸς ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾖ ὁ τελευτήσας, ἀδήλου ὄντος μὴ ἕως ἑσπέρας καὶ αὐτὸν τοῦτο καταλάβῃ. Τὸ δὲ τέλος Ἀρείου, ἐπειδὴ οὐχ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήσεώς ἐστιν ἄξιον.

Τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν ἐκκλησίαν, ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως Ἀλέξανδρος ἀντέλεγεν.

212
Ὁ δὲ Ἄρειος ἐθάρρει τῇ βίᾳ καὶ ταῖς ἀπειλαῖς Εὐσεβίου: σάββατον γὰρ ἦν, καὶ προσεδόκα τῇ ἑξῆς συνάγεσθαι: πολὺς δὲ ἀγὼν ἦν, ἐκείνων μὲν ἀπειλούντων, Ἀλεξάνδρου δὲ εὐχομένου. Ἀλλ̓ ὁ Κύριος κριτὴς γενόμενος, ἐβράβευσε κατὰ τῶν ἀδικούντων. Οὔπω γὰρ ὁ ἥλιος ἔδυ: καὶ χρείας αὐτὸν ἑλκυσάσης εἰς τόπον, ἐκεῖ κατέπεσε: καὶ ἀμφοτέρων, τῆς τε κοινωνίας καὶ τοῦ ζῆν,

εὐθὺς ἐστερήθη. Καὶ ὁ μὲν μακαρίτης Κωνσταντῖνος ἀκούσας ἐθαύμασεν, εἰδὼς ἐλεγχθέντα τοῦτον ἐπίορκον: πᾶσι δὲ τότε γέγονε φανερὸν, ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ, καὶ ἡ ἐλπὶς Ἀρείου ματαία γέγονεν. Ἐδείχθη δὲ πάλιν, ὅτι παρὰ τοῦ Σωτῆρος ἀκοινώνητος γέγονεν ἡ Ἀρειανὴ μανία, καὶ ὧδε, καὶ ἐν τῇ τῶν πρωτοτόκων ἐκκλησίᾳ. Τίς οὖν οὐ θαυμάσειεν, ὁρῶν τούτους δικαιῶσαι φιλονεικοῦντας ὅν ὁ Κύριος κατέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδιδοῦντας τὴν αἵρεσιν, οὓς ἀκοινωνήτους ἤλεγξεν ὁ Κύριος, μὴ ἀφεὶς τὸν αὐτῆς ἔξαρχον εἰς τὴν ἐκκλησίαν ἐλθεῖν.

213

Ὧδε μὲν Ἄρειον ἀποθανεῖν παρειλήφαμεν. Λόγος οὖν ἐπὶ πολλῷ χρόνῳ μηδένα χρήσασθαι τῇ καθέδρᾳ ἐφ̓ ᾗ τέθνηκεν: οἷα δὲ εἰς δημόσιον χῶρον διὰ τὴν χρείαν ὀχλουμένων, ὡς φιλεῖ ἐν πλήθει γίνεσθαι, καὶ παρακελευομένων ἀλλήλοις τῶν εἰσιόντων φυλάττεσθαι τὴν καθέδραν, ἀποτρόπαιος ἦν καὶ τοῖς μετὰ ταῦτα ὁ τόπος, ὡς ἀσεβείας ποινὰς αὐτόθι δεδωκότος Ἀρείου.

Χρόνῳ δὲ ὕστερον, τῶν τὰ αὐτοῦ φρονούντων τὶς πλούσιός τε ἐν δυνάμει, σπουδῇ χρησάμενος, ἐπρίατο τοῦτον τὸν τόπον παρὰ τοῦ δημοσίου, καὶ οἰκίαν κατεσκεύασε, καθελὼν τὴν προτέραν ὄψιν, ὥστε λήθην γενέσθαι τῷ δήμῳ, καὶ μὴ τῇ διαδοχῇ τῆς τοιαύτης ἀναμνήσεως, τὸν Ἀρείου θάνατον κωμῳδεῖσθαι.