Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τηνικαῦτα δὲ καιροῦ λαβόμενοι οἱ τὰ Ἀρείου φρονοῦντες τῶν ἐπισκόπων, ἐσπούδασαν γενέσθαι ἐν Ἱεροσολύμοις σύνοδον, καὶ κοινωνίας αὐτῷ μεταδοῦναι καὶ Εὐζωΐῳ: ἐθάρρησαν δὲ ταῦτα κατὰ πρόφασιν τοιάνδε.

Πρεσβύτερός τις ἦν συνήθης τῇ ἀδελφῇ τοῦ βασιλέως, ἐπαινέτης τῶν Ἀρείου δογμάτων. Καὶ ὅτι τάδε ἐφρόνει, τὰ πρῶτα ἐλάνθανεν. Ὡς δὲ πολλοῖς προελθὼν χρόνοις οἰκειότερον ἑαυτὸν κατέστησε Κωνσταντίᾳ, τοῦτο γὰρ ὄνομα ἦν τῇ ἀδελφῇ Κωνσταντίνου, ἀδείας λαβόμενος ἐπαρρησιάσατο πρὸς αὐτὴν, καὶ κατεμέμφετο, μὴ δικαίως Ἄρειον τὴν πατρίδα φεύγειν καὶ τῆς ἐκκλησίας ἐκβεβλῆσθαι, διὰ φθόνον καὶ ἰδίας ἔχθρας ἐκβληθέντα παρὰ Ἀλεξάνδρου τοῦ ἐπιτροπεύσαντος τὴν Ἀλεξανδρέων ἐκκλησίαν: Εὐδοκιμοῦντα γὰρ, ἔφη, παρὰ τῷ πλήθει ὁρῶν

197

αὐτὸν, ἐζηλοτύπησεν. Ἀληθῆ δὲ ταῦτα πεισθεῖσα Κωνσταντία, ἐν ᾧ μὲν περιῆν, οὐδὲν ἔφθασε νεωτερίσαι τῶν ἐν Νικαίᾳ δοξάντων: ἐπεὶ δὲ νόσῳ περιέπεσε, καθυφωρᾶτο τελευτᾷν: καὶ παραγενόμενον ὡς αὐτὴν τὸν ἀδελφὸν, ἐκέλευσε τελευταίαν αὐτῇ δοῦναι χάριν, ἣν ἂν αἰτήσειεν. Ἐδεῖτο δὲ οἰκεῖον ἔχειν τὸν εἰρημένον πρεσβύτερον, καὶ ὡς ὀρθῶς δοξάζοντι περὶ τὸ θεῖον, πείθεσθαι: Ἑαυτὴν μὲν γὰρ, ἔφη, οἴχεσθαι, καὶ λοιπὸν τῆς ἐνταῦθα βιοτῆς μηδὲν φροντίζειν: περὶ δὲ αὐτοῦ ὀρρωδεῖν, μήτι πάθοι ὑπὸ θεομηνίας, ἢ αὐτὸς κακῶς πράξας, ἢ τὴν ἡγεμονίαν αἰσχρῶς ἀποβαλών: ἐπεὶ δικαίους, ἔφη, καὶ ἀγαθοὺς ἄνδρας ἀδίκως πεισθεὶς τισὶν ἀϊδίῳ φυγῇ ἐζημίωσεν.

Ἐντεῦθεν ὁ βασιλεὺς οἰκειότατα διετέθη περὶ τὸν πρεσβύτερον τοῦτον: καὶ παρρησίας αὐτῷ μεταδοὺς, καὶ κοινωσάμενος περὶ ὧν ἐνετείλατο ἡ ἀδελφὴ, ᾠήθη χρῆναι πάλιν πειρασθῆναι τῶν κατὰ τὸν Ἄρειον: ὡς εἰκὸς, ὑποτοπήσας

198
ἀληθεῖς εἶναι τὰς διαβολὰς, ἢ τῇ ἀδελφῇ χαριζόμενος. Οὐκ εἰς μακράν τε μετεκαλέσατο Ἄρειον ἀπὸ τῆς φυγῆς, καὶ γραφὴν ἐκέλευσεν ἐκδοῦναι ὧν πιστεύει περὶ Θεοῦ.