Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον παρειλήφαμεν καὶ τοὺς ἔνδον τῶν καθ̓ ἡμᾶς Ἰνδῶν, ἀπειράτους μείναντας τῶν Βαρθολομαίου κηρυγμάτων, μετασχεῖν τοῦ δόγματος ὑπὸ Φρουμεντίῳ, ἱερεῖ καὶ καθηγητῇ γενομένῳ παῤ αὐτοῖς τῶν ἱερῶν μαθημάτων. Ἵνα δὲ γνοίημεν καὶ ἐν τῷ παραδόξῳ τοῦ συμβάντος περὶ τοὺς Ἰνδοὺς, οὐκ ἐξ ἀνθρώπων, ὥς τισι τερατολογεῖσθαι δοκεῖ, τὴν σύστασιν λαβεῖν τὸ τῶν Χριστιανῶν δόγμα, ἀναγκαῖον καὶ τὴν αἰτίαν τῆς Φρουμεντίου χειροτονίας διεξελθεῖν:

ἔχει δὲ ὧδε. Περὶ πολλοῦ τοῖς παῤ Ἕλλησιν εὐδοκιμωτάτοις φιλοσόφοις ἐγίνετο, πόλεις καὶ τόπους ἀγνῶτας ἱστορεῖν. Οὕτω γοῦν Πλάτων ὁ Σωκράτους ἑταῖρος Αἰγυπτίοις ἐνεδήμησε, τὰ παῤ αὐτοῖς μαθησόμενος: ἔπλευσε δὲ καὶ εἰς Σικελίαν, ἐπὶ θέᾳ τῶν αὐτόθι κρατήρων, ἐν οἷς ἀεὶ μὲν ὡς ἀπὸ

182
πήγης ἀναδιδόμενον αὐτόματον παφλάζει πῦρ: πολλάκις δὲ ὑπερχέον, ποταμοῦ δίκην ῥεῖ, καὶ τὴν γείτονα γῆν ἐπιβόσκεται τοσοῦτον, ὡς ἔτι νῦν πολλοὺς ἀγροὺς φαίνεσθαι κατακεκαυμένους, καὶ μήτε σπόρον δέχεσθαι, μήτε φυτείαν δένδρων, οἷά γε περὶ τῆς Σοδομιτῶν χώρας καταγγέλλουσι.

Τούτους δὲ τοὺς κρατῆρας καὶ Ἐμπεδοκλῆς ἱστόρησεν, ἀνὴρ λαμπρῶς παῤ Ἕλλησι φιλοσοφήσας, καὶ ἐν ἔπεσιν ἡρῴοις τὴν ἐπιστήμην πραγματευσάμενος: διαπορούμενος δὲ περὶ τῆς ἀναδόσεως τοῦ πυρὸς, ἢ τούτῳ τῷ τρόπῳ ἄμεινον ἀποθανεῖν δοκιμάσας, ἢ, τόγε ἀληθέστερον εἰπεῖν, οὐδὲ αὐτὸς ἴσως εἰδὼς οὗ χάριν πρὸ καιροῦ τὴν τοιαύτην εὗρεν ἑαυτῷ τοῦ βίου ἀπαλλαγὴν,

ἥλατο εἰς τὸ πῦρ, καὶ διεφθάρη. Οὐ μὴν ἀλλὰ καὶ Δημόκριτος ὁ Κῶος πλείστας ἱστόρησε πόλεις, ἀέρα τε, καὶ χώρας, καὶ ἔθνη: καὶ ἐπὶ ἔτεσιν ὀγδοήκοντα διαγαγεῖν ἐπὶ ξένης αὐτός που περὶ ἑαυτοῦ φησίν. Ἄλλοι τε ἐπὶ τούτοις μυρίοι τῶν παῤ Ἕλλησι σοφῶν, ἀρχαῖοι καὶ νεώτεροι,

183

τοῦτο ἐσπούδασαν. Οὓς ζηλώσας Μερόπιός τις φιλόσοφος Τύριος τῆς Φοινίκης, παρεγένετο εἰς Ἰνδούς. Εἵποντο δέ αὐτῷ παῖδες δύο, Φρουμέντιός τε καὶ Ἐδέσιος: ἄμφω δὲ γένει αὐτῷ προσήκοντες: οὓς διὰ λόγων ἦγε, καὶ ἐλευθερίως ἐπαίδευεν. Ἱστορήσας δὲ τῆς Ἰνδικῆς ὅσα γε αὐτῷ ἐξεγένετο, τῆς ἐπανόδου εἴχετο, νηὸς ἐπιτυχὼν στελλομένης εἰς Αἴγυπτον. Συμβὰν δὲ, κατὰ χρείαν ὕδατος ἢ τῶν ἄλλων ἐπιτηδείων, εἰς ὅρμον τινὰ προσχεῖν τὴν ναῦν, καταδραμόντες οἱ τῇδε Ἰνδοὶ κτείνουσι πάντας, καὶ τὸν Μερόπιον: ἔτυχον γὰρ τότε λύσαντες τὰς πρὸς Ῥωμαίους σπονδάς.

Τοὺς δὲ παῖδας νέους ὄντας οἰκτείραντες ἐζώγρησαν, καὶ βασιλεῖ τῷ ἑαυτῶν προσήγαγον. Ὁ δὲ, τὸν μὲν νεώτερον οἰνοχόον κατέστησε: μείζονα δὲ τῆς αὐτοῦ οἰκίας τὸν Φρουμέντιον, καὶ τῶν χρημάτων ἐπίτροπον: ἔγνω γὰρ αὐτὸν ἐχέφρονα, καὶ διοικεῖν ἱκανώτατον. Ἐπὶ πολὺν δὲ χρόνον χρησίμους σφᾶς καὶ πιστοὺς παρασχομένους, τελευτῶν

184
ἐπὶ παιδὶ καὶ γαμετῇ,

ἐλευθερίᾳ τῆς εὐνοίας αὐτοὺς ἠμείψατο, καὶ ᾗ βούλοιντο διάγειν ἐπέτρεψε. Καὶ οἱ μὲν εἰς Τύρον πρὸς τοὺς οἰκείους ἐπανελθεῖν ἐσπούδαζον: ἔτι δὲ τοῦ βασιλέως υἱοῦ νέου κομιδῆ ὄντος, ἐδεήθη ἡ τούτου μήτηρ, ἐπ̓ ὀλίγον χρόνον περιμεῖναι ἄμφω τὴν βασιλείαν ἐπιτροπεύοντας, ἄχρις ἂν ὁ παῖς ἀνδρωθείη. Ἀντιβολοῦσαν δὲ τὴν βασιλίδα ᾐδέσθησαν: καὶ τὰ βασίλεια καὶ τὴν ἡγεμονίαν Ἰνδῶν διῴκουν.

Ὁ δὲ Φρουμέντιος, θείαις ἴσως προτραπεὶς ἐπιφανείαις, ἢ καὶ αὐτομάτως τοῦ Θεοῦ κινοῦντος, ἐπυνθάνετο εἴ τινες εἶεν Χριστιανοὶ παῤ Ἰνδοῖς, ἢ Ῥωμαῖοι τῶν εἰσπλεόντων ἐμπόρων. Ἐπιμελῶς δὲ τούτους ἀναζητῶν, μετεκαλεῖτο πρὸς ἑαυτόν: ἀμφαγαπάζων τε καὶ φιλοφρονούμενος, εὐχῆς ἕνεκεν συνιέναι ἐποίει, καὶ ᾗ Ῥωμαίοις ἔθος ἐκκλησιάζειν: καὶ

185
διὰ πάντων προὐτρέπετο τὸ θεῖον πρεσβεύειν, εὐκτηρίους οἴκους οἰκοδομήσας.

Ἤδη δὲ τοῦ βασιλέως υἱοῦ εἰς ἐφήβους τελοῦντος, παραιτησάμενοι αὐτὸν καὶ τὴν βασιλίδα, οὐκ ἀνεκτὸν ἡγουμένους χωρίζεσθαι σφῶν, πείσαντες, καὶ φίλοι ἀπαλλαγέντες, παρεγένοντο εἰς τὴν Ῥωμαίων ὑπήκοον. Καὶ Ἐδέσιος μὲν τοὺς οἰκείους ὀψόμενος εἰς Τύρον ἦλθεν: ἔνθα δὴ μετὰ ταῦτα πρεσβυτερείου ἠξιώθη. Φρουμέντιος δὲ τὴν ἐπὶ Φοινίκην ὁδὸν τέως ἀναβαλλόμενος, ἀφίκετο εἰς Ἀλεξάνδρειαν: ἔδοξε γὰρ αὐτῷ οὐ καλῶς ἔχειν, πατρίδος καὶ γένους δευτερεύειν τὴν περὶ τὰ θεῖα σπουδήν.

Συντυχὼν δὲ Ἀθανασίῳ τῷ προϊσταμένῳ τῆς Ἀλεξανδρέων ἐκκλησίας, τὰ κατ̓ Ἰνδοὺς διηγήσατο, καὶ ὡς ἐπισκόπου δέοι αὐτοῖς, τῶν αὐτόθι Χριστιανῶν ἐπιμελησομένου. Ὁ δὲ Ἀθανάσιος, τοὺς ἐνδημοῦντας ἱερέας ἀγείρας, ἐβουλεύσατο περὶ τούτου: καὶ χειροτονεῖ αὐτὸν τῆς Ἰνδικῆς ἐπίσκοπον, λογισάμενος ἐπιτηδειότατον εἶναι τοῦτον, καὶ ἱκανὸν πολλὴν ποιῆσαι τὴν θρησκείαν, παῤ οἷς πρῶτος αὐτὸς ἔδειξε

186
τὸ Χριστιανῶν ὄνομα, καὶ σπέρμα παρέσχετο τῆς τοῦ δόγματος μετουσίας.

Ὁ δὲ Φρουμέντιος πάλιν εἰς Ἰνδοὺς ὑποστρέψας, λέγεται τοσοῦτον εὐκλεῶς τὴν ἱερωσύνην μετελθεῖν, ὡς ἐπαινεθῆναι παρὰ πάντων τῶν αὐτοῦ πειραθέντων, οὐχ ἧττον ἢ τοὺς ἀποστόλους θαυμάζουσι: καθότι καὶ ἐπισημότατον αὐτὸν ὁ Θεὸς ἀπέφῃνε, πολλὰς καὶ παραδόξους ἰάσεις, καὶ σημεῖα, καὶ τέρατα δἰ αὐτοῦ δημιουργήσας. Ἡ μὲν δὴ παῤ Ἰνδοῖς ἱερωσύνη ταύτην ἔσχεν ἀρχήν.