Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οἱ δὲ, δείσαντες, τὰ πρῶτα ἠρνοῦντο: ἐπιμείναντος δὲ αὐτοῦ τῇ βασάνῳ, κατεμήνυσαν ἐπίσκοπον μὲν καὶ ἀρχηγὸν γενέσθαι τὸν Ἀθανάσιον: βαπτισθῆναι δὲ παῤ αὐτοῦ τινὰς τῶν ἀμυήτων παίδων.

Οὓς ἐπιμελῶς ἀνέκρινεν Ἀλέξανδρος, τί μὲν αὐτοὺς ἤρετο ἢ ἐποίησεν ὁ τῆς παιδιᾶς ἱερεύς: τί δὲ αὐτοὶ ἀπεκρίναντο ἢ ἐδιδάχθησαν. Ἀνευρὼν δὲ πᾶσαν τὴν ἐκκλησιαστικὴν τάξιν ἀκριβῶς ἐπ̓ αὐτοῖς φυλαχθεῖσαν, ἐδοκίμασεν ἅμα τοῖς ἀμφ̓ αὐτὸν ἱερεῦσι βουλευσάμενος, μὴ χρῆναι ἀναβαπτίσαι τοὺς ἅπαξ ἐν ἁπλότητι τῆς θείας χάριτος ἀξιωθέντας. Τὰ δὲ ἄλλα περὶ αὐτοὺς ἐπλήρου, ἃ θέμις μόνους τοὺς ἱερωμένους μυσταγωγοῦντας τελεῖν.

Ἀθανάσιον δὲ καὶ τοὺς ἄλλους παῖδας, οἳ πρεσβύτεροι καὶ διάκονοι ἐν τῷ παίζειν ἐτύγχανον, ὑπὸ μάρτυρι τῷ Θεῷ τοῖς οἰκείοις παρέδωκεν ἀναθρέψαι τῇ ἐκκλησίᾳ, καὶ ἀγαγεῖν ἐφ̓ ὃ ἐμιμήσαντο. Μετ̓ οὐ πολὺ

162
δὲ, ὁμοδίαιτον καὶ ὑπογραφέα τὸν Ἀθανάσιον εἶχεν. Εὖ δὲ ἀχθεὶς, γραμματικοῖς τε καὶ ῥήτορσι φοιτήσας, ἤδη εἰς ἄνδρας τελῶν, καὶ πρὸ τῆς ἐπισκοπῆς πεῖραν ἔδωκε τοῖς ὁμιλήσασιν αὐτῷ σοφοῦ καὶ ἐλλογίμου ἀνδρός.

Ἐπεὶ δὲ ἐτελεύτησεν Ἀλέξανδρος, διάδοχον αὐτὸν καταλιπὼν, ἔτι μᾶλλον ἐπέδωκεν ἡ περὶ αὐτοῦ δόξα, βεβαιουμένη ταῖς οἰκείαις ἀρεταῖς, καὶ τῇ μαρτυρίᾳ τοῦ μεγάλου Ἀντωνίου μοναχοῦ. Μετακαλουμένου γὰρ αὐτοῦ ὑπήκουε, καὶ ταῖς πόλεσιν ἐφοίτα: καὶ εἰς τὰς ἐκκλησίας συνῄει: καὶ οἷς ἐδόξαζε περὶ Θεοῦ συνεψηφίζετο. Καὶ φίλον ἐν πᾶσιν εἶχεν αὐτὸν, καὶ τοὺς ἐναντιουμένους ἢ ἀπεχθανομένους αὐτῷ ἀπεστρέφετο.