Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τηνικαῦτα οὖν κατὰ πρόσταξιν τοῦ βασιλέως, τοῦ τῇδε χώρου καθαρθέντος εἰς βάθος, ἐν μέρει τὸ τῆς ἀναστάσεως ἐφάνη ἄντρον. Ἑτέρωθι δὲ περὶ τὸν αὐτὸν τόπον τρεῖς εὑρέθησαν σταυροί: καὶ χωρὶς ἄλλο ξύλον ἐν τάξει λευκώματος ῥήμασι καὶ γράμμασιν Ἑβραϊκοῖς, Ἑλληνικοῖς τε καὶ

104
Ῥωμαϊκοῖς, ταῦτα δηλοῦν, Ἰησοῦς ὁ Ναζωραῖος, ὁ βασιλεὺς τῶν Ἰουδαίων. Καὶ ταῦτα μὲν, ὡς ἡ ἱερὰ βίβλος τῶν εὐαγγελίων ἱστορεῖ, οὕτω συνέβη προγραφῆναι ὑπὲρ κεφαλῆς τοῦ Χριστοῦ, Πιλάτου τοῦτο προστάξαντος,

τοῦ τὴν Ἰουδαίαν ἐπιτροπεύοντος. Ἐργώδης δὲ ἔτι ἐτύγχανεν ἡ τοῦ θείου σταυροῦ διάκρισις, εἰ καὶ εὑρέθη, διερρυηκότος αὐτοῦ τοῦ γράμματος, καὶ διερριμμένου: ἅμα δὲ καὶ τῶν τριῶν σταυρῶν χύδην διεσπαρμένων, ὥς γε εἰκὸς, ἐν τῇ καθαιρέσει τῶν σταυρωθέντων σωμάτων συγχυθείσης τῆς τάξεως. Ἐπεὶ γὰρ οἱ στρατιῶται νεκρὸν ἐν τῷ ξύλῳ εὑρήκασι, καθελόντες αὐτὸν, πρῶτον ἀπέδοντο εἰς ταφὴν, κατὰ τὴν ἱστορίαν. Μετὰ δὲ ταῦτα τῶν ἑκατέρωθεν λῃστῶν ταχύναντες τὸν θάνατον, τὰ σκέλη κατέαξαν, καὶ τὰ ξύλα ὅπη ἔτυχεν, ἄλλο ἄλλῃ ἔρριψαν. Τί γὰρ καὶ ἐπιμελὲς αὐτοῖς, ἐν τῇ προτέρᾳ τάξει ταῦτα ἐᾷν, ἑκάστου φθάσαι τὴν ἑσπέραν σπουδάζοντος, καὶ ἀνδρῶν βίᾳ τετελευτηκότων περὶ σταυροὺς ἐνδιατρίβειν οὐκ

105

ἀγαθὸν ἡγουμένου. Ταύτῃ οὖν ἀδήλου τυγχάνοντος ἔτι τοῦ θείου ξύλου, καὶ θειοτέρας ἣ κατὰ ἄνθρωπον δεομένου μηνύσεως, τοιόνδέ τι συνέβη. Γυνή τις ἦν ἐν Ἱεροσολύμοις τῶν ἐπισήμων, χαλεπωτάτῳ καὶ ἀνιάτῳ νόσῳ κάμνουσα. Πρὸς ταύτην κειμένην ἦλθε Μακάριος ὁ Ἱεροσολύμων ἐπίσκοπος, παραλαβὼν τὴν τοῦ βασιλέως μητέρα καὶ τοὺς ἀμφ̓ αὐτόν. Εὐξάμενός τε πρότερον, καὶ σύμβολον τάξας τοῖς ὁρῶσιν, ἐκεῖνον εἶναι τὸν θεῖον σταυρὸν, ὃς ἐπιτεθεὶς ἀπαλλάξει τῆς νόσου τὴν γυναῖκα, φέρων ἕκαστον αὐτῇ τῶν ξύλων προσήγαγεν. Ἀλλὰ τῶν μὲν δύο ἐπιτεθέντων, οὐδὲν ὅτι μὴ λῆρος καὶ γέλως ἔδοξεν εἶναι τὸ γινόμενον, θανάτου ἐν θύραις ὄντος τοῦ γυναίου. Ἐπεὶ δὲ τὸ τρίτον ξύλον ὁμοίως προσήνεγκεν, ἐξαπίνης ἀνέβλεψε, καὶ τὰς δυνάμεις ἀθροίσασα, παραχρῆμα τῆς στρωμνῆς ὑγιὴς ἀπεπήδησε.

Λέγεται δὲ καὶ νεκρὸν τῷ ἴσῳ τρόπῳ ἀναβιῶναι.