Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τούτων ὧδε δοξάντων τῇ συνόδῳ, ξυνηνέχθη κατὰ ταυτὸν ἑορτὴν εἶναι εἰκοσαετηρίδα τῆς Κωνσταντίνου βασιλείας. ἔθος δὲ Ῥωμαίοις, δημοτελῆ πανήγυριν ἄγειν καθ̓ ἑκάστην δεκάδα ἑτῶν τῆς τοῦ κρατοῦντος ἀρχῆς. εὔκαιρον οὖν εἶναι νομίσας ὁ βασιλεὺς, προετρέψατό τε τὴν σύνοδον εἰς ἑστίασιν, καὶ τοῖς προσήκουσι δώροις ἐτίμησεν.

Ἐπεὶ δὲ οἴκαδε ἐπανιέναι

100
παρεσκευάσαντο, συγκαλέσας πάντας, συνεβούλευσεν ὁμονοεῖν περὶ τὴν πίστιν, καὶ τῆς πρὸς σφᾶς αὐτοὺς εἰρήνης ἔχεσθαι, ὡς ἂν ἀστασίαστοι τοῦ λοιποῦ διαμένοιεν.

Καὶ πολὺν περὶ τούτου λόγον διεξελθὼν, τὸ τελευταῖον ἐκέλευσεν ὑπὲρ ἑαυτοῦ, καὶ παίδων, καὶ βασιλείας εὔχεσθαι σπουδαίως, καὶ τὸν Θεὸν ἱκετεύειν ἑκάστοτε. Καὶ πρὸς μὲν τοὺς τότε ἀφικομένους πρὸς Νίκαιαν τοιαῦτα εἰπὼν, συνετάξατο.