Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπῄνεσε δὲ καὶ ἡ σύνοδος τὴν βουλὴν, καὶ περὶ τούτου οὐδὲν ἐνομοθέτησεν: ἀλλὰ τῇ ἑκάστου γνώμῃ τὸ πρᾶγμα, οὐκ ἐν ἀνάγκῃ ἔθετο.

Περὶ δὲ

98
τῶν ἄλλων ἧπερ αὐτῇ καλῶς ἔχειν ἐδόκει, νόμους ἀνεγράψατο, καθ̓ οὓς πολιτεύεσθαι προσήκει τὰ τῆς ἐκκλησίας πράγματα. ἀλλὰ τούτοις μὲν, εἴ τῳ φίλον, ῥᾴδιον ἐντυχεῖν, παρὰ πολλοῖς φερομένοις.

Περὶ τῶν κατὰ Μελίτιον, ὅπως ἀρίστως τὰ κατ̓ αὐτὸν ἡ ἁγία διῴκησε σύνοδος.

Ἐξετασθέντων δὲ καὶ τῶν κατὰ Μελίτιον ἀνὰ τὴν Αἴγυπτον συμβάντων, κατεδίκασεν αὐτὸν ἡ σύνοδος ἐν τῇ Λυκῷ διατρίβειν, ψιλὸν ὄνομα ἐπισκοπῆς ἔχοντα: τοῦ δὲ λοιποῦ, μήτε ἐν πόλει, μήτε ἐν κώμῃ χειροτονεῖν: τοὺς δὲ ἤδη παῤ αὐτοῦ καταστάντας, κοινωνεῖν καὶ λειτουργεῖν:

δευτερεύειν δὲ ταῖς τιμαῖς τῶν ἐν ἑκάστῃ ἐκκλησίᾳ καὶ παροικίᾳ κληρικῶν. Ἐπαναβαίνειν δὲ ταῖς τάξεσι τῶν προτελευτώντων, εἰ ψήφῳ τοῦ πλήθους ἄξιοι φανοῖεν, ἐπιχειροτονοῦντος τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρέων ἐκκλησίας: μὴ ἐξεῖναι δὲ αὐτοῖς ἐπιλέγεσθαι κατὰ γνώμην ἰδίαν, οὓς ἂν ἐθέλωσιν.

99

Ἐφάνη δὲ τοῦτο τῇ συνόδῳ δίκαιον, λογιζομένῃ τὸ προπετὲς καὶ ἕτοιμον εἰς χειροτονίαν Μελιτίου καὶ τῶν τὰ αὐτὰ φρονούντων: ὥστε καὶ Πέτρου τοῦ μαρτυρήσαντος, ἡνίκα ἡγεῖτο τῆς Ἀλεξανδρέων ἐκκλησίας, φεύγοντος διὰ τὸν τότε διωγμὸν, τὰς διαφερούσας αὐτῷ χειροτονίας ἀφήρπασε.

Ὅτι δημοτελῆ τράπεζαν ὁ βασιλεὺς τῇ συνόδῳ ἐποίησε, συγκαλέσας τούτους εἰς Κωνσταντινούπολιν, καὶ δώροις τιμήσας: καὶ ὅπως πάντας ὁμονοεῖν παρεκάλεσε, καὶ πρὸς Ἀλεξάνδρειαν καὶ ἀπανταχοῦ, τὰ δεδογμένα τῇ θείᾳ συνόδῳ ἐξέπεμψεν.

Τούτων ὧδε δοξάντων τῇ συνόδῳ, ξυνηνέχθη κατὰ ταυτὸν ἑορτὴν εἶναι εἰκοσαετηρίδα τῆς Κωνσταντίνου βασιλείας. ἔθος δὲ Ῥωμαίοις, δημοτελῆ πανήγυριν ἄγειν καθ̓ ἑκάστην δεκάδα ἑτῶν τῆς τοῦ κρατοῦντος ἀρχῆς. εὔκαιρον οὖν εἶναι νομίσας ὁ βασιλεὺς, προετρέψατό τε τὴν σύνοδον εἰς ἑστίασιν, καὶ τοῖς προσήκουσι δώροις ἐτίμησεν.

Ἐπεὶ δὲ οἴκαδε ἐπανιέναι

100
παρεσκευάσαντο, συγκαλέσας πάντας, συνεβούλευσεν ὁμονοεῖν περὶ τὴν πίστιν, καὶ τῆς πρὸς σφᾶς αὐτοὺς εἰρήνης ἔχεσθαι, ὡς ἂν ἀστασίαστοι τοῦ λοιποῦ διαμένοιεν.

Καὶ πολὺν περὶ τούτου λόγον διεξελθὼν, τὸ τελευταῖον ἐκέλευσεν ὑπὲρ ἑαυτοῦ, καὶ παίδων, καὶ βασιλείας εὔχεσθαι σπουδαίως, καὶ τὸν Θεὸν ἱκετεύειν ἑκάστοτε. Καὶ πρὸς μὲν τοὺς τότε ἀφικομένους πρὸς Νίκαιαν τοιαῦτα εἰπὼν, συνετάξατο.

Δῆλα δὲ ποιῶν καὶ τοῖς μὴ παροῦσι τὰ ἐν τῇ συνόδῳ κατωρθωμένα, γράμματα πέπομφε ταῖς κατὰ πόλιν ἐκκλησίαις. Τῇ δὲ Ἀλεξανδρέων ἰδίᾳ ἕτερα παρὰ ταῦτα, προτρέπων πάσης ἀφεμένους διχονοίας, ὁμονοῆσαι περὶ τὴν ἐκτεθεῖσαν παρὰ τῆς συνόδου πίστιν: μηδὲν γὰρ ἕτερον εἶναι ἢ ταύτην Θεοῦ γνώμην, ἐκ συμφωνίας τηλικούτων καὶ τοσούτων ἀρχιερέων ἁγίῳ πνεύματι συστᾶσαν, μετὰ ζήτησιν ἀκριβῆ καὶ βάσανον πάντων τῶν ἀμφιβόλων δοκιμασθεῖσαν.

101

Περὶ τῆς εὑρέσεως τοῦ ζωηφόρου σταυροῦ, καὶ ἁγίων ἥλων.

ΤΑ μὲν δὴ κατὰ Νίκαιαν μέχρι τούτου τέλος ἔσχε: καὶ τῶν ἱερέων ἕκαστος οἴκαδε ἐπανῆλθε. Ὁ δὲ βασιλεὺς ἔχαιρεν ὑπερφυῶς, συμφωνοῦσαν ὁρῶν περὶ τὸ δόγμα τὴν καθόλου ἐκκλησίαν: χαριστήριά τε ἀνατιθεὶς τῷ Θεῷ ὑπὲρ τῆς ὁμονοίας τῶν ἐπισκόπων, ὑπέρ τε αὐτοῦ καὶ παίδων καὶ τῆς βασιλείας, ᾠήθη δεῖν οἶκον εὐκτήριον τῷ Θεῷ κατασκευάσαι ἐν Ἱεροσολύμοις,

102

ἀμφὶ τὸν καλούμενον Κρανίου τόπον. Περὶ δὲ τὸν αὐτὸν χρόνον, καὶ Ἑλένη ἡ αὐτοῦ μήτηρ ἧκεν εἰς Ἱεροσόλυμα, εὔξασθαί τε, καὶ τοὺς ἐνταῦθα ἱεροὺς ἱστορῆσαι τόπους. Εὐλαβῶς δὲ περὶ τὸ δόγμα τῶν Χριστιανῶν διακειμένη, περὶ πολλοῦ ἐποιεῖτο τοῦ σεβασμίου σταυροῦ τὸ ξύλον ἐξευρεῖν.

Ἦν δὲ οὔτε τούτου, οὔτε τοῦ θεσπεσίου τάφου ἡ εὕρεσις ῥᾳδία. Οἱ γὰρ πάλαι τὴν ἐκκλησίαν διώξαντες Ἕλληνες, ἔτι φύεσθαι ἀρχομένην τὴν θρησκείαν πάσῃ μηχανῇ σπουδάσαντες ἐκτεμεῖν, ὑπὸ πολλῷ χώματι τὸν τῇδε τόπον κατέκρυψαν, καὶ εἰς ὕψος ἤγειραν βαθύτερον ὑπάρχοντα, ὡς καὶ νῦν φαίνεται. Περιλαβόντες δὲ πέριξ πάντα τὸν τῆς ἀναστάσεως χῶρον καὶ τοῦ Κρανίου, διεκόσμησαν, καὶ λίθῳ τὴν ἐπιφάνειαν κατέστρωσαν: καὶ Ἀφροδίτης ναὸν κατεσκεύασαν, καὶ ζῴδιον ἱδρύσαντο: ὥστε τοὺς αὐτόθι τὸν Χριστὸν προσκυνοῦντας, δόξαι τὴν Ἀφροδίτην σέβειν: καὶ τῷ

103
χρόνῳ εἰς λήθην ἐλθεῖν τὴν ἀληθῆ αἰτίαν τοῦ περὶ τὸν τόπον σεβάσματος, μήτε τῶν Χριστιανῶν ἀδεῶς εἰς τοῦτο φοιτᾷν, ἢ ἑτέροις καταμηνύειν τολμώντων, καὶ τοὐναντίον πιστουμένου τοῦ Ἑλληνικοῦ ναοῦ καὶ τοῦ ἀγάλματος.

Ἐγένετό γε μὴν δῆλος ὁ τόπος, καὶ ἐφωράθη ἡ σπουδασθεῖσα περὶ αὐτὸν πλάνη: ὡς μὲν τινὲς λέγουσιν, ἀνδρὸς Ἑβραίου τῶν ἀνὰ τὴν ἕω οἰκούντων, ἐκ πατρῴας γραφῆς καταμηνύσαντος: ὡς δὲ ἀληθέστερον ἐννοεῖν ἐστὶ, τοῦ Θεοῦ ἐπιδείξαντος διὰ σημείων καὶ ὀνειράτων. Οὐ γὰρ οἶμαι τὰ θεῖα δεῖσθαι τῆς παῤ ἀνθρώπων μηνύσεως, ἡνίκα ἂν δῆλα αὐτὰ τῷ Θεῷ δοκῇ γενέσθαι.