Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὡς δὲ οὐδὲν ἧττον παρὰ γνώμην αὐτοῖς ἐχώρει ἡ σπουδὴ, Ἀλεξάνδρου μὴ εἴκοντος, πρεσβεύεται ὁ Ἄρειος πρὸς Παυλῖνον τὸν Τύρου ἐπίσκοπον, καὶ Εὐσέβιον τὸν Παμφίλου ἐπιτροπεύοντα τὴν ἐκκλησίαν τῆς ἐν Παλαιστίνῃ Καισαρείας, καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως: καὶ ἐξαιτεῖ ἅμα τοῖς

77
ἀμφ̓ αὐτὸν ἐπιτραπῆναι ἐκκλησιάζειν τὸν μετ̓ αὐτοῦ λαὸν,

ὡς πρότερον τὴν τῶν πρεσβυτέρων τάξιν ἐπέχοντας. Εἶναι γὰρ ἐν Ἀλεξανδρείᾳ ἔθος, καθάπερ καὶ νῦν, ἑνὸς ὄντος τοῦ κατὰ πάντων ἐπισκόπου, τοὺς πρεσβυτέρους ἰδίᾳ τὰς ἐκκλησίας κατέχειν, καὶ τὸν ἐν αὐταῖς λαὸν συνάγειν. Οἱ δὲ, καὶ ἄλλοις ἐπισκόποις ἐν Παλαιστίνῃ συνελθόντες, ἐψηφίσαντο τῇ Ἀρείου αἰτήσει, παρακελευσάμενοι συνάγειν μὲν αὐτοὺς ὡς πρότερον: ὑποτετάχθαι δὲ Ἀλεξάνδρῳ, καὶ ἀντιβολεῖν ἀεὶ τῆς πρὸς αὐτὸν εἰρήνης καὶ κοινωνίας μετέχειν.

Ὡς ἀκούσας ὁ Κωνσταντῖνος περὶ τῆς διαμάχης τῶν ἐπισκόπων, καὶ τῆς τοῦ Πάσχα ἀνωμάλου ἑορτῆς, μεγάλως ἐδυσχέρανε, καὶ πέμπει Ὅσιον τὸν Ἱσπάνον Κουδρούβης ἐπίσκοπον εἰς Ἀλεξάνδρειαν, διαλῦσαι τὴν στάσιν τοῖς ἐπισκόποις, καὶ τὸ ζήτημα καταστῆσαι τοῦ Πάσχα.

Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτῳ συνόδῳν περὶ τούτου

78
πολλῶν γενομένων, ἤκμαζεν ἡ ἔρις ὡς μέχρι τῶν βασιλείων ἐλθεῖν, οὐ μετρίως ἐδυσφόρει Κωνσταντῖνος ὁ βασιλεὺς, καθότι, προσφάτως τῆς θρησκείας αὔξειν ἀρχομένης, πολλοὺς χριστιανίζειν ἀπέτρεπεν ἡ διαφωνία τῶν δογμάτων.

Καὶ τούτου χάριν δῆλος ἦν ἐν αἰτίᾳ ποιούμενος Ἄρειόν τε καὶ Ἀλέξανδρον. Καὶ γράψας αὐτοῖς ἐνεκάλει, ὡς δυναμένην λαθεῖν, εἰς τὸ φανερὸν ἐξήγαγον ταύτην τὴν ζήτησιν: καὶ τῇ ἄγαν πρὸς τὸ ἐναντίον σπουδῇ φιλονείκως ἀνεκίνησαν, ἃ μήτε ζητεῖν τὴν ἀρχὴν ἔδει μήτε ἐνθυμεῖσθαι, καὶ ἐνθυμηθέντας σιωπῇ παραδοῦναι: ἐξὸν ἀλλήλων μὴ χωρίζεσθαι, εἰ καὶ περί τι μέρος τοῦ δόγματος διαφέρονται.

Περὶ μὲν γὰρ τῆς θείας προνοίας, μίαν καὶ τὴν αὐτὴν πίστιν ἔχειν ἀναγκαῖον: τὰς δὲ περὶ τῶν τοιούτων ζητήσεων ἀκριβολογίας, κἂν μὴ πρὸς μίαν συμφέρηται γνώμην, προσήκειν ἐν ἀπορρήτῳ

79
κατὰ διάνοιαν ἔχειν. Ἀφεμένους τε τῆς περὶ ταῦτα λέσχης, ἐκέλευσεν ὁμονοεῖν: ἄχθεσθαι γὰρ οὐ μετρίως: καὶ διὰ τοῦτο σπουδάζοντα τὰς ἐπὶ τῆς ἕω πόλεις ἰδεῖν, ἐπισχεῖν.

Ἀλεξάνδρῳ μὲν οὖν καὶ Ἀρείῳ πῆ μὲν μεμφόμενος πῆ δὲ συμβουλεύων τοιάδε ἔγραψε. Χαλεπῶς δὲ ἔφερε, πυνθανόμενος τινὰς ἐναντίως πᾶσι τὴν τοῦ Πάσχα ἄγειν ἑορτήν. Τηνικαῦτα γὰρ ἐν ταῖς πρὸς ἕω πόλεσι διαφερόμενοί τινες περὶ τοῦτο, τῆς μὲν πρὸς ἀλλήλους οὐκ ἀπείχοντο κοινωνίας. Ἰουδαϊκώτερον δὲ τὴν ἑορτὴν ἦγον, καὶ ὡς εἰκὸς τῇ περὶ τούτου διχονοίᾳ,

τὴν λαμπρότητα τῆς πανηγύρεως ἔβλαπτον. Κατ̓ ἀμφότερα τοίνυν ἀστασίαστον εἶναι τὴν ἐκκλησίαν ἐσπούδαζε: νομίσας τε δύνασθαι προκαταλαβεῖν τὸ κακὸν, πρὶν εἰς πλείους χωρῆσαι, πέμπει ἄνδρα τὸν ἀμφ̓ αὐτὸν πίστει καὶ βίῳ ἐπίσημον, καὶ ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις ἐν τοῖς πρόσθεν χρόνοις εὐδοκιμηκότα, διαλλάξοντα τοὺς ἐν Αἰγύπτῳ διὰ τὸ δόγμα στασιάζοντας, καὶ

80
τοὺς πρὸς ἕω περὶ τὴν ἑορτὴν διαφερομένους: ἦν δὲ οὗτος Ὅσιος ὁ Κορδούβης ἐπίσκοπος.