Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Πρῶτον

20
μὲν γὰρ, ὡς εἴρηται, πάντα δεύτερα ποιεῖσθαι τῆς ἀληθείας τὸν συγγραφέα προσήκει, ἔπειτα δὲ τὸ δόγμα τῆς καθόλου ἐκκλησίας γνησιώτατον ὅτι μάλιστα φανεῖται, πολλάκις μὲν ταῖς ἐπιβουλαῖς τῶν ἐναντία δοξαζόντων δοκιμασθέν: οἷα δὲ θεόθεν τὸ κρατεῖν λαχὸν, αὖθις εἰς τὴν οἰκείαν ἐπανελθὸν δύναμιν, καὶ πάσας τὰς ἐκκλησίας καὶ τὰ πλήθη πρὸς τὴν οἰκείαν

ἀλήθειαν ἐπισπασάμενον. Βουλευομένῳ δέ μοι, εἰ ὧν ἔγνων μόνα προσῆκεν ἀναγράψαι τὰ γενόμενα περὶ τὴν ἐκκλησίαν ἀνὰ τὴν Ῥωμαίων ἀρχὴν, ἔδοξεν εὖ ἔχειν, ἐφ̓ ὅσον ἐφικέσθαι δυνήσομαι, καὶ τὰ παρὰ Πέρσαις καὶ βαρβάροις συμβάντα ἐπὶ τῇ θρησκείᾳ ἱστορήσειν: οὐκ ἀνοίκειον δὲ εἶναι τῆς ἐκκλησιαστικῆς ἱστορίας, ἐν τῇδε τῇ πραγματείᾳ διεξελθεῖν, καὶ τίνες ποτὲ ἦσαν οἱ ὥσπερ πατέρες καὶ εἰσηγηταὶ γενόμενοι τῶν καλουμένων μοναχῶν, καὶ οἱ μετ̓ αὐτοὺς κατὰ διαδοχὰς, ὧν ἴσμεν ἢ ἀκηκόαμεν, εὐδοκιμήσαντες.

Οὔτε γὰρ ἀχάριστοι δόξομεν εἶναι πρὸς αὐτοὺς, ἀμνηστίᾳ παραδεδωκότες τὴν αὐτῶν ἀρετὴν, οὔτε ἀπείρως ἔχειν τῆς κατ̓ αὐτοὺς ἱστορίας: μετὰ τοῦ καὶ τοῖς

21
προῃρημένοις ὧδε φιλοσοφεῖν, ὑπόδειγμα καταλιπεῖν ἀγωγῆς, ᾗ χρώμενοι, μακαριωτάτου καὶ εὐδαίμονος μεθέξουσι τέλους.

Ἀλλὰ ταῦτα μὲν προϊὼν ὁ λόγος, ὡς οἷόν τε, παραφυλάξει. Τρέπομαι δὲ ἤδη ἐπὶ τὴν ἀφήγησιν τῶν πραγμάτων, συνεργὸν καὶ ἵλεων τὸν Θεὸν ἐπικαλεσάμενος. Ἕξει δὲ τὴν ἀρχὴν ἡ παροῦσα γραφὴ, ἐνθένδε.

Τίνες ἦσαν ἐπίσκοποι τῶν μεγάλων πόλεων, τοῦ μεγάλου Κωνσταντίνου βασιλεύσαντος, καὶ ὅπως ἡ μὲν ἄχρι Λιβύης διὰ Λικίννιον περιεσκεμμένως ἐχριστιάνιζεν: ἡ δὲ ἑσπέρα διὰ τὸν Κωνσταντῖνον μετ̓ ἐλευθερίας τὸν Χριστιανισμὸν ἐπαρρησιάζετο.

Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων ὑπατευόντων, ἡγεῖτο μὲν τῆς Ῥωμαίων ἐκκλησίας Σίλβεστρος, τῆς δὲ Ἀλεξανδρέων Ἀλέξανδρος, καὶ Μακάριος τῆς Ἱεροσολύμων. Τῆς δὲ Ἀντιοχέων τῶν πρὸς τῷ Ὀρρόντῃ μετὰ Ῥωμανὸν, οὔπω τὶς ἐπετέτραπτο,

22
τῶν διωγμῶν, ὡς εἰκὸς, μὴ συγχωρησάντων

γενέσθαι τὴν χειροτονίαν. Οὐκ εἰς μακρὰν δὲ οἱ εἰς Νίκαιαν συνεληλυθότες, θαυμάσαντες τοῦ βίου καὶ τῶν λόγων Εὐστάθιον, ἄξιον ἐδοκίμασαν τοῦ ἀποστολικοῦ θρόνου ἡγεῖσθαι: καὶ ἐπίσκοπον ὄντα τῆς γείτονος Βεροίας, εἰς Ἀντιόχειαν μετέστησαν. Τῶν δὲ Χριστιανῶν οἱ μὲν πρὸς ἕω μέχρι τῶν ὁμόρων Αἰγυπτίοις Λιβύων οὐκ ἐθάρρουν τότε εἰς τὸ φανερὸν ἐκκλησιάζειν, μεταβαλλομένου Λικιννίου τῆς πρὸς αὐτοὺς εὐνοίας: οἱ δὲ ἀνὰ τὴν δύσιν, Ἕλληνές τε καὶ Μακεδόνες καὶ Ἰλλυριοὶ, ἀδεῶς ἐθρήσκευον διὰ Κωνσταντῖνον, ὃς ἡγεῖτο τῶν τῇδε Ῥωμαίων.