Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Πρῶτον

20
μὲν γὰρ, ὡς εἴρηται, πάντα δεύτερα ποιεῖσθαι τῆς ἀληθείας τὸν συγγραφέα προσήκει, ἔπειτα δὲ τὸ δόγμα τῆς καθόλου ἐκκλησίας γνησιώτατον ὅτι μάλιστα φανεῖται, πολλάκις μὲν ταῖς ἐπιβουλαῖς τῶν ἐναντία δοξαζόντων δοκιμασθέν: οἷα δὲ θεόθεν τὸ κρατεῖν λαχὸν, αὖθις εἰς τὴν οἰκείαν ἐπανελθὸν δύναμιν, καὶ πάσας τὰς ἐκκλησίας καὶ τὰ πλήθη πρὸς τὴν οἰκείαν

ἀλήθειαν ἐπισπασάμενον. Βουλευομένῳ δέ μοι, εἰ ὧν ἔγνων μόνα προσῆκεν ἀναγράψαι τὰ γενόμενα περὶ τὴν ἐκκλησίαν ἀνὰ τὴν Ῥωμαίων ἀρχὴν, ἔδοξεν εὖ ἔχειν, ἐφ̓ ὅσον ἐφικέσθαι δυνήσομαι, καὶ τὰ παρὰ Πέρσαις καὶ βαρβάροις συμβάντα ἐπὶ τῇ θρησκείᾳ ἱστορήσειν: οὐκ ἀνοίκειον δὲ εἶναι τῆς ἐκκλησιαστικῆς ἱστορίας, ἐν τῇδε τῇ πραγματείᾳ διεξελθεῖν, καὶ τίνες ποτὲ ἦσαν οἱ ὥσπερ πατέρες καὶ εἰσηγηταὶ γενόμενοι τῶν καλουμένων μοναχῶν, καὶ οἱ μετ̓ αὐτοὺς κατὰ διαδοχὰς, ὧν ἴσμεν ἢ ἀκηκόαμεν, εὐδοκιμήσαντες.