Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
διὸ οὐ κεκώλυται τὸν παραλυτικόν, λεγόμενον »τέκνον«, εἶναι καὶ τεκνίον· ὥστε οὐκ ἀνάγκη τὸν ὀνομασθέντα τέκνον, τὸν παραλυτικόν, εἶναι ἐντελέστερον τῶν πρὸς οὓς ὁ λόγος εἶπεν τὸ » Τεκνία«.
χρὴ δὲ εἰδέναι ὅτι οὐχ ὥσπερ ἐπὶ τῶν ἀνθρώπων οὐ δύναται τὸ τέκνον γενέσθαι ὕστερον ἀδελφὸς οὗ ἔφθασεν εἶναι τέκνον, οὕτως ἀδύνατον μεταβαλεῖν ἐκ τέκνου Ἰησοῦ πρὸς τὸ γενέσθαι αὐτοῦ ἀδελφόν.