Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
διὰ τὰ ἐξελθόντα δὲ ἀπὸ τοῦ θεοῦ ἐξῆλθεν ἀπὸ τοῦ θεοῦ, ἔξω γενομένου τοῦ θεοῦ καὶ τοῦ μὴ βουληθέντος προηγουμένως ἐξελθεῖν ἀπὸ | τοῦ πατρός, 〈ἵνα〉 ἔλθῃ τὰ ἐξελθόντα εἰς τὰς χεῖρας ὁδῷ καὶ τάξει τοῦ Ἰησοῦ, καὶ οἰκονομηθῇ πρὸς τὸν θεὸν ὑπάγειν ἀκολουθοῦντα αὐτῷ, διὰ τὸ ἀκολουθεῖν αὐτῷ ἐσόμενα πρὸς τὸν θεόν.
Πέτρῳ μὲν οὖν εἴρηταί ποτε· »Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν 〈ἀκολουθῆσαι〉, ἀκο»λουθήσεις δὲ ὕστερον« (ἔτι γὰρ εἶχεν ὁ Πέτρος τὸ μὴ ἐπιτρέπον αὐτῷ ἀκολουθεῖν τῷ λόγῳ ἤδη τότε)·
τὸ δ’ ὅμοιον [εἶναι] νοεῖν σε δεῖ, ἀλλὰ κατά τινα δικαίαν ἀναλογίαν, λεχθησόμενον πρὸς ἕκαστον τῶν πάντων ὃ ἔδωκεν τῷ υἱῷ ὁ πατὴρ εἰς τὰς χεῖρας· ἑκάστῳ μὲν γὰρ τῶν πάντων λεχθήσεται τὸ »Ἀκολουθήσεις δέ μοι ὕστερον«.
ἀλλ’ εἰ μὴ ἅμα ἀκολουθήσουσιν, οὐκ ἐπὶ τὸν αὐτὸν ἀναφέρεται καιρὸν τὸ ἑκάστῳ τῶν ἀκολουθησόντων αὐτῷ ἁρμόζον τὸ ὕστερον ἐν τῷ »Ἀκολουθήσεις δὲ ὕστερον«.
καὶ τοῦτό μοι νόει καὶ περὶ πάντων τῶν καταργουμένων, εἴτε ὅταν καταργήσῃ πᾶσαν ἀρχήν, εἴτε πᾶσαν ἐξουσίαν, εἴτε πᾶσαν δύναμιν, καὶ ἀπαξαπλῶς· »Ἄχρι οὗ θῇ πάντας »τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος ἐχθρὸς »καταργηθήσεται ὁ θάνατος«.
»Εἰδὼς οὖν ὁ Ἰησοῦς ὅτι πάντα ἔδωκεν »αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς »τὸν θεὸν ὑπάγει«, καὶ εἰδὼς † ὅσον ἐφ’ οἷς κεκινήμεθα, ὡς διηγησάμεθα παριστάντες τὸ φανὲν ἡμῖν εἰς τὸ »Ἀπὸ τοῦ θεοῦ ἐξῆλθεν« καὶ εἰς τὸ »Πρὸς τὸν θεὸν ὑπάγει«, »ἐγείρεται, φησίν, ἐκ τοῦ »οδείπνου«, ὅπερ μετὰ τοῦτο κατανοήσωμεν μετὰ τῶν ἑξῆς.
καὶ ὅρα εἰ δύνασαι ἐν τούτοις λέγειν ὅτι ἀπεριστάτως μὲν αὐτὸν εὔφρανεν τὸ μετὰ τῶν μαθητῶν δειπνεῖν· περιστατικῶς δὲ καὶ ἀναγκαίως διὰ τοὺς μαθητὰς ἀπὸ τοῦ δείπνου ἐγείρεται, καὶ ἐπὶ ποσὸν τοῦ δειπνεῖν παύεται, ἕως τοὺς τῶν μαθητῶν καθαρίσῃ πόδας, οὐ δυναμένων ἔχειν μέρος μετ’ αὐτοῦ, ἐὰν μὴ αὐτὸς αὐτοὺς νίψῃ.
Τί οὖν λέγεται μετὰ τὸ »Ἐγείρεται ἐκ τοῦ δείπνου« κατανοήσωμεν. »Τίθησιν, φησί, τὰ ἱμάτια, καὶ λαβὼν λέντιον »διεζώσατο«.
καὶ ἐν τούτοις δὲ εἴποιμεν ἂν τοῖς μὴ βουλομένοις ἀπὸ τῶν ῥητῶν ἀναβαίνειν καὶ νοητῶς νοεῖν τὰ παρατιθέμενα ἐν τούτοις τῆς ψυχῆς βρώματα· τί γὰρ ἐλύπει ἐνδεδυμένον αὐτὸν νίψαι τοὺς πόδας τῶν μαθητῶν;
ἀλλὰ μή πως ἐὰν ἴδωμεν ἀξίως τοῦ Ἰησοῦ τὰ ἐνδύματα αὐτοῦ, ἃ περιέκειτο δειπνῶν καὶ εὐφραινόμενος μετὰ τῶν μαθητῶν, ἐννοήσωμεν τίνα κόσμον περίκειται ὁ γενόμενος σὰρξ λόγος.
τοῦτον δὲ ἔν τινι ὑφάσματι λέξεων πρὸς λέξεις καὶ φωνῶν πρὸς φωνὰς συνεστηκότα ἀποτίθεται, καὶ γυμνότερος μετὰ δουλικοῦ σχήματος, ὅπερ δηλοῦται διὰ τοῦ » Λαβὼν λέντιον διεζώσατο«, γίνεται, ἵνα καὶ μὴ πάντη γυμνὸς ᾖ καὶ μετὰ τὸ νίψαι οἰκειοτέρῳ ὑφάσματι ἀπομάξῃ τοὺς τῶν μαθητῶν πόσας.
καὶ ὄρα ἐν τούτοις| πῶς ἑαυτὸν σμικρύνει ὁ μέγας καὶ δεδοξασμένος λόγος γενόμενος σάρξ, ἵνα νίψῃ τοὺς πόδας τῶν μαθητῶν· »Βάλλει, γάρ φησιν, ὕδωρ εἰς τὸν »νιπτῆρα«.
Ἀβραὰμ μὲν οὖν ἡνίκα »Ἀναβλέψας τοῖς ὀφθαλμοῖς
»αὐτοῦ εἶδεν, καὶ ἰδοὺ ἄνδρες ἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν »προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ »προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου«· οὐκ αὐτὸς λαμβάνει ὕδωρ οὐδὲ ἐπαγγέλλεται νίπτειν τοὺς πόδας αὐτῶν ὡς ξένων ἐλθόντων πρὸς αὐτόν, ἀλλά φησι· » Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας »ὑμῶν«.ἀλλ’ οὐδὲ Ἰωσὴῳ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας τῶν ἕνδεκα ἀδελφῶν, ἀλλ’ ὁ ἐπὶ τοῦ οἴκου Ἰωσὴφ ἄνθρωπος »ἐξήγαγεν »πρὸς αὐτοὺς τὸν Συμεών, καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας »αὐτῶν«.
ὁ δὲ εἰπών· »Ἥλθον οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ’ ὡς ὁ »διακονῶν« καὶ δικαίως λέγων τὸ »Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός »εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ«, αὐτὸς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα ᾔδει γὰρ ὅτι οὐδεὶς οὕτω δύναται νίψαι τοὺς πόδας τῶν μαθητῶν, ὡς διὰ τὸ νίψασθαι ἔχειν αὐτοὺς τὴν μερίδα μετ’ αὐτοῦ, ὡς αὐτός·
τὸ δὲ ὕδωρ, κατ’ ἐμέ, τοιόσδε λόγος ἦν, νίπτων τοὺς πόδας τῶν μαθητῶν, ἐλθόντας ἐπὶ τὸν ὑπὸ τοῦ Ἰησοῦ παρατιθέμενον αὐτοῖς νιπτῆρα.
εἶτα ζητῶ τί δήποτε οὐ γέγραπται μὲν τὸ ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν‹, λέλεκται δὲ τὸ »Καὶ ἤρξατο νίπτειν τοὺς »πόδας τῶν μαθητῶν«.
ἆρα γὰρ συνήθειά ἐστιν τοιαύτη τῶν γραφῶν, καθ’ ἣν δοκεῖ μὴ εὐλόγως, ὡς πρὸς τὴν τῶν πολλῶν συνήθειαν, προτάσσεσθαι τὸ » Ηρξατο«; ἢ τότε μὲν »Ἠρξατο νίπτειν τοὺς »πόδας τῶν μαθητῶν« ὁ Ἰησοῦς, οὐ μὴν ἐπαύσατο τότε νίψας αὐτῶν τοὺς πόδας;
ὕστερον γὰρ ἔνιψε καὶ ἐτέλεσε τὸ νίπτειν, ἐπεὶ ἐμολύνθησαν κατὰ τὸ » Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν »τῇ νυκτὶ ταύτῃ«, καὶ τὸ πρὸς Πέτρον λεγόμενον τὸ »Οὐ μὴ »φῶνήσει ἀλέκτωρ, ἕως ἂν ἀρνήσῃ με τρίς«.
τούτων γὰρ γενομένων τῶν ἁμαρτημάτων, νίψεως πάλιν ἐδέοντο οἱ μολυνθέντες τῶν μαθητῶν πόδες, οὓς ἤρξατο νίπτειν ἡνίκα ἐγείρεται ἐκ τοῦ δείπνου. συνετέλεσεν 〈δὲ〉 τὸ νίπτειν καθαρίσας αὐτοὺς οὐκέτι μολυνθησομένους.