Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ἡ δὲ κατὰ τὸν τόπον ἀναγωγὴ ἐκ τῶν προαποδεδομένων οὐ δυσχερής· ᾔτησεν γὰρ τὸν μετὰ τὴν πρὸς αὐτὸν φιλίαν ἡμαρτηκότα καὶ νεκρὸν γενόμενον τῷ θεῷ δυνάμει θείᾳ παλινδρομῆσαι ἐπὶ τὴν ζωήν, καὶ ἔτυχεν, καὶ εἶδεν ἐν τῷ τοιούτῳ ζωτικὰ κινήματα, ἐφ’ οἷς εὐχαριστεῖ τῷ πατρί.
περιέστηκεν δὲ ὄχλος τὸν τοιοῦτον νεκρὸν μηδέπω πιστευόντων ὅτι Ἰησοῦν ἀπέστειλεν ὁ θεὸς καὶ ὅτι ὁ λόγος οὗτος θεόθεν ἀνθρώποις ἐπιδεδήμηκεν. καὶ περιεστώς γε οὗτος 〈ὁ〉 ὄχλος ἐθαύμασεν ὅτι δυσώδης ἀπὸ τῶν πρὸς θάνατον ἁμαρτημάτων τις γεγενημένος καὶ ἀποθανὼν τῇ ἀρετῇ ἐπαλινδρόμησεν ἐπ’ αὐτήν· καὶ θαυμάσας πιστεύσαι ἄν ποτε τῷ ζωοποιήσαντι αὐτὸν λόγῳ, ὡς θεόθεν ἀνθρώποις ἐπιδημήσαντι.
(6) Ὁ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ ἔτι μέλλων εὔχεσθαι ἐπηκούσθη, καὶ ἀντὶ εὐχῆς εὐχαρίστησεν, κατανοήσας τὴν Λαζάρου ψυχὴν εἰσελθοῦσαν εἰς τὸ σῶμα καὶ δεομένην τῆς ἀπὸ προστάξεως Ἰησοῦ γενησομένης αὐτῷ εὐτονίας πρὸς τὸ ἐξελθεῖν ἀπὸ τοῦ μνημείου.