Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ οἱ μὲν Ἰουδαῖοι »ὠλιγώθησαν καὶ ἐκακώθησαν [καὶ] ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης· »καὶ ἐξεχύθη ἐξουδένωσις ἐπὶ« τοὺς διὰ τὸν Ἀβραὰμ »ἄρχοντας, καὶ »ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχὶ ἐν ὁδῷ«.

μετ’ ἐκείνους δὲ ὁ θεὸς »ἐβοήθησεν τῷ ἀπὸ τῶν ἐθνῶν πένητι λαῷ ἐκ πτωχείας καὶ »ἔθετο ὡς πρόβατα πατριάν«, οὓς ὄψονται εὐθεῖς ἄγγελοι καὶ »εὐ»εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς«.

τούτοις δὲ μυστικῶς προφητευομένοις ἐν ἑκατοστῷ ἕκτῳ Ψαλμῷ ἐπιφέρεται· »Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσουσιν τὰ ἐλέη τοῦ »κυρίου;«

ἐλεοῦντος γὰρ τοῦ κυρίου τοὺς ἀπὸ τῶν ἐθνῶν ὁ σοφὸς ταῦτα φυλάξει, συνιεὶς τὰ ἐλέη τοῦ κυρίου.

οὐκοῦν Ἰησοῦς οὐκέτι »παρρησίᾳ περιπατεῖ ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς »τὴν χώραν« τοῦ ὅλου κόσμου, »ἐγγὺς τῆς ἐρήμου« ἐκκλησίας, εἰς Ἐφραῒμ τὴν ›καρποφοροῦσαν‹ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.

καὶ ἔστιν μέχρι τοῦ δεῦρο μετὰ τῶν μαθητῶν αὐτοῦ Ἰησοῦς ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν· πάρεστιν γὰρ τῇ ›καρποφορίᾳ‹.