Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἵν’ οὖν μὴ παρὰ πόδας ἐναντίωμα ᾖ ὡς μὴ συνεωρακότος τοῦ γράφοντος τὸ εὐαγγέλιον τὸ τοιοῦτον, φήσεις ὅτι ὁ λέγων πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους τὸ »Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, »οὐ πιστεύετέ μοι«, πιστεύουσιν κατά τινα ἐπίνοιαν καὶ καθ’ ἑτέραν μὴ πιστεύουσιν ταῦτα ἔφασκεν.

καὶ εἰκὸς ὅτι ἐπίστευον μὲν αὐτῷ κατὰ τὸ ὁρατὸν διὰ τὰ τεράστια, οὐκ ἐπίστευον δὲ τοῖς βαθύτερον ὑπ’ αὐτοῦ λεγομένοις· καὶ ἁρμόζει γε τῷ » Γνώσεσθε τὴν ἀλήθειαν«

λεγομένῳ μὴ ἐγνωκόσι τὴν ἀλήθειαν τὸ »Ὅτι τὴν ἀλήθειαν λέγω, οὐ »πιστεύετέ μοι«, ὡς εἰ ἔλεγεν· καθ’ ὃ μὲν τεράστια ποιῶ πιστεύετέ μοι, καθ’ ὃ δὲ τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι.

τοῦτο δ’ ἂν καὶ νῦν ἐπὶ πολλῶν ἴδοις, θαυμαζόντων μὲν τὸν Ἰησοῦν ἐπὰν ἐνορῶσιν τῇ περὶ αὐτοῦ ἱστορίᾳ, μηκέτι δὲ πιστευόντων ἐπὰν βαθύτερος καὶ μείζων τῆς ἕξεως αὐτῶν αὐτοῖς ἀναπτύσσηται λόγος, ἀλλ’ ὑποπτευόντων αὐτὸν εἶναι ψευδῆ. διόπερ προσέχωμεν μήποτε καὶ ἡμῖν εἴπῃ ὁ λόγος· »Ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι«.

(25) Ὁ λόγος, ἐπὰν τρανῶς αὑτοῦ παριστάνῃ τὸ βούλημα ὡς μηδαμῶς ἀντιλέγειν δύνασθαί τινα τῶν ἀκουόντων, καὶ ταῦτα ἂν λέγοι δυσωπῶν τοὺς μὴ συγκατατιθεμένους· ὅτι εἰ μὴ ἐλέγχετε τὰ λεγόμενα ἡμαρτημένα, ἀπαιτοῖσθε ἂν εὐλόγως ἤδη τὴν συγκατάθεσιν.

ἔχει δὲ καὶ κατὰ τὸ ῥητὸν παρρησίαν τοῦ σωτῆρος ἡ λέξις, μηδενὸς μὲν ἀνθρώπου δυνηθέντος εἰπεῖν μετὰ πεποιθήσεως τῆς ἐπὶ τῷ μὴ ἡμαρτηκέναι τὸ » Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;« μόνου δὲ τοῦ κυρίου ἡμῶν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, πεπειρασμένος »κατὰ πάντα »καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας«, ταῦτα πρὸς πάντας τοὺς πώποτε ἐγνωκότας αὐτὸν εἰπεῖν δυναμένου.

ἀκούω δὲ τοῦ » Τίς ἐξ ὑμῶν« λεγομένου οὐ πρὸς τοὺς παρόντας μόνον ἀλλὰ καὶ πρὸς ὅλον τὸ τῶν ἀνθρώπων γένος, ὡς εἰ οὕτως ἐσαφηνίζετο· τίς ἐκ τοῦ γένους ὑμῶν; ἤ τίς ὁποιοσδήποτε ἄνθρωπος ἐλέγξαι μὲ δυνήσεται περὶ ἁμαρτίας;