Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(20) Ἐπεὶ δὲ διηγούμενοι τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ »πατρὸς ὑμῶν« προλαβόντες καὶ εἰς τοῦτο εἰρήκαμεν, πολλαχόθεν τὰ φανέντα ἡμῖν εἰς τὴν διήγησιν χρήσιμα συναγαγόντες, οὐκ εὐλόγως νῦν προσδιατρίψομεν τῷ τόπῳ. πλὴν εἴ τις τῷ ποιεῖν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται καὶ μὴ κατήργησεν τὴν ἀπ’ ἐκείνου γένεσιν ἐξ ἑαυτοῦ, οὗτος οὐ μίαν ἀλλὰ πλείονας ἐπιθυμίας τοῦ τοιούτου πατρὸς ποιεῖν ἐθέλει· καὶ τῶν ἐν παντὶ υἱῷ διαβόλου ἐπιθυμιῶν ἀπὸ τῶν ἐν τῷ διαβόλῳ ἐπιθυμιῶν γεννωμένων, σαφὲς ὅτι αἱ ἐκείνου ἐπιθυμίαι φρόνημα ὕλης εἰσὶν καὶ φθορᾶς, ἃς κυρίως ἔχθρας εἴποι τις ἂν εἶναι πρὸς θεόν.

φόνους μὲν οὖν καὶ ἀδικίας καὶ πλεονεξίας φάσκειν εἶναι τὰς ἐκείνου ἐπιθυμίας, γεννώσας ἐν υἱοῖς αὐτοῦ παραπλησίως ταύταις ἐπιθυμίας, οὐκ ἀπεμφαίνει· ἀλλὰ καὶ γενικῶς ἀκαθαρσίας τῇ φύσει ἐναντίας τυγχανούσας τῇ καθαρότητι λέγειν εἶναι τὰς ἐκείνου ἐπιθυμίας, ἀφ’ ὧν αἱ πρὸς τὰ ἀκάθαρτα ἐπιθυμίαι ἐγγίνονται τέκνοις τοῦ διαβόλου, οὐ δυσπαράδεκτόν ἐστιν.

τὸ δὲ καὶ πορνείαν λέγειν εἶναι τὴν ἐκείνου ἐπιθυμίαν ἢ μοιχείαν ἢ παιδοφθορίαν ἢ μαλακότητα οὐκ εὐχερῶς ἄν τις παραδέξοιτο, κἂν ἀπορῇ πῶς αἱ ἐπιθυμίαι αὗται ἐν ἀνθρώποις ἀπὸ τῶν ἐν ἐκείνῳ γίνονται ἐπιθυμιῶν, ὅσον ἐπὶ τῇ λέξει, οἱονεὶ καθολικοῦ τινος παρισταμένου περὶ τῶν ἐν ἀνθρώποις ἐπιθυμιῶν, ὡς ἄρα θέλουσιν οἱ ἄνθρωποι τὰς ἐπιθυμίας τοῦ πατρὸς αὐτῶν ποιεῖν, ὥστε πάντα, ἃ ἐπιθυμοῦσιν παρανόμως, πρότερον ἐπιθυμίας εἶναι τοῦ πατρὸς αὐτῶν.

τοιοῦτον γάρ ἐστιν τὸ » Καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν«. λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ διάβολος ἐπιθυμεῖ φθαρῆναι τόνδε, φέρε εἰπεῖν, τὸν παῖδα, καὶ μοιχευθῆναι τήνδε, καὶ πορνεῦσαι τούσδε, καὶ τούτων ἐπιθυμῶν ἐμποιεῖ τοῖς δυναμένοις αὐτῷ ὑπηρετήσασθαι ἐπιθυμίαν τοῦ ποιῆσαι, ἅπερ ἐκεῖνος ἐνεργῆσαι βούλεται, ὥστ’ ἂν κατὰ τοῦτο τὸν ἐνεργοῦντα τὴν πορνείαν ἢ τὴν μοιχείαν πρότερον λέγειν τοῦ ἀνθρώπου πορνεύειν καὶ μοιχεύειν.

τὸ δ’ αὐτὸ καὶ περὶ πάσης ἁμαρτίας ἐρεῖς· οἷον ὁ διάβολος ἀργυρίων μὲν οὐκ ἐπιθυμεῖ, ἐπιθυμεῖ δὲ φιλαργύρους ποιῆσαι καὶ προσπαθεῖς τοῖς ὑλικοῖς πράγμασιν· ταύτην δὲ τὴν ἐπιθυμίαν αὐτοῦ θέλουσι ποιεῖν οἱ οὐκ ἄλλως ἢ τῷ θέλειν φιλοῦντες τὸ ἀργύριον.