Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τοῦ δὲ νοήσαντός ἐστιν τὸ »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« καὶ τὸ οἰκοδομῆσαι θυσιαστήριον κυρίῳ τῷ ὅπου ἡ ὑψηλὴ δρῦς ἐπιφαινομένῳ καὶ ἡμῖν, καὶ μετὰ ταῦτα ἀποστῆναι ἀπὸ τοῦ τόπου τῆς ὑψηλῆς δρυὸς ὡς ἐπὶ τὸ ὄρος, καὶ τοῦ ὄρους κατὰ τὰς ἀνατολὰς τῆς Βαιθήλ, ὃ ἑρμηνεύεται ›Οἶκος θεοὺ‹, ἔνθα στήσει ἑαυτοῦ τὴν σκηνήν, τῆς μὲν Βαιθὴλ ὡς ἐπὶ κατὰ θάλασσαν, τῆς δὲ Ἀγγαὶ ὡς ἐπὶ κατ’ ἀνατολάς· ἑρμηνεύεται δὲ Ἀγγαὶ ›Ἑορταί‹.

καὶ ὡς προκόπτων γε ὁ τοιοῦτος μετὰ ταῦτα δεύτερον

οἰκοδομήσει τῷ κυρίῳ θυσιαστήριον, ἤδη καὶ ἐπικαλεῖσθαι δυνάμενος ἐπὶ τῷ ὀνόματι τοῦ κυρίου. καὶ ἑξῆς ἀπαίρων κἀκεῖθεν ὁ ἐσόμενος τέκνον τοῦ Ἀβραάμ, γενόμενός πως στρατηγικώτερος καὶ συνιεὶς πρὸς ὅσους πολεμίους αὑτὸν παρασκευάσασθαι δεῖ, στρατοπεδεύσει ἐν τῇ ἐρήμῳ.

μετὰ ταῦτα πεῖραν λιμοῦ λήψεται τοῦ ἐπὶ τῆς γῆς καὶ εἰς τὴν Αἴγυπτον καταβήσεται παροικῆσαι ἐκεῖ, ἵνα μὴ καὶ αὐτοῦ κατισχύσῃ ὁ λιμὸς ὁ ἐνισχύσας ἐπὶ τῆς γῆς. καὶ καταβήσεται εἰς Αἴγυπτον μετὰ τῆς εὐπροσώπου ἑαυτοῦ γυναικός, συνθήκας τινὰς τιθέμενος πρὸς αὐτήν, ἵν’ ⟨εὑ⟩ ἑαυτῷ δι’ αὐτὴν οἱ Αἰγύπτιοι χρήσωνται καὶ γένωνται ἐν Αἰγύπτῳ »αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ »παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι«.

περὶ ὧν ἑκάστου σοφοῦ τινος καὶ ἐπὶ τὰ βάθη τῆς γραφῆς ἐπισταμένως φθάνειν δυνα μένου ἔργον ἂν εἴη λέγειν καὶ ἀπαξαπλῶς γε πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν βασανίζοντος καὶ ὅλα τὰ περὶ αὐτοῦ γεγραμμένα, ἅτινά ἐστιν ἀλληγορούμενα· ⟨ἃ⟩ ὡς πνευματικοὶ πνευματικῶς ποιεῖν πειρασόμεθα.

Ὅρα δὲ εἰ μὴ σαφῶς ἀπὸ τῆς ἐξετάσεως τῶν κατὰ τὸν τόπον παρίσταται ἡμῖν, ὅτι σοφοῦ τινός ἐστιν καὶ πάσῃ ἀρετῇ κεκοσμημένου τὸ γενέσθαι τοῦ Ἀβραὰμ τέκνον.