Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

κἂν γὰρ διεξοδεύειν τις δύνηται τὰ περὶ θεοῦ ἐκ πατέρων μεμαθηκὼς ὅτι τούτῳ λατρεύειν μόνῳ δεῖ, μὴ βιοῖ δὲ καλῶς, τοῦτόν φασιν οὐκ ἔχειν γνῶσιν θεοῦ. εἴ τις γοῦν

ἄλλος ᾔδει τὰ περὶ τοῦ δημιουργοῦ καὶ τῆς ἱερατικῆς αὐτοῦ θεραπείας, δῆλον ὅτι καὶ οἱ Ἠλεῖ τοῦ ἱερέως υἱοὶ παρὰ τῇ λατρείᾳ ἀνατεθραμμένοι· ἀλλ’ ὅμως, ἐπεὶ ἥμαρτον, γέ|γραπται ταῦτα περὶ αὐτῶν ἐν τῇ τῶν Βασιλειῶν πρώτῃ· » Καὶ οἱ υἱοὶ Ἠλεῖ, υἱοὶ λοιμοί, οὐκ »ἔγνωσαν τὸν κύριον«.

πευσόμεθα γὰρ τῶν ἑτεροδόξων εἰ μὴ περὶ τοῦ δημιουργοῦ γέγραπται τὸ »Οὐκ ἔγνωσαν τὸν κύριον« καὶ ἀποκρινομένων ὅτι περὶ τοῦ δημιουργοῦ ἐστιν ταῦτα, ζητήσομεν διὰ τί εἴρηται περὶ τῶν υἱῶν Ἠλεῖ· » Οὐκ ἔγνωσαν τὸν κύριον«· πότερον διὰ τοὺς περὶ θεοῦ τοῦ δημιουργοῦ λόγους, ἢ διὰ τὴν πονηρίαν αὐτῶν· σαφὲς δὲ ὅτι διὰ τὴν πονηρίαν λέγονται μὴ ἐγνωκέναι τὸν κύριον.

καὶ οὐ περὶ τῶν υἱῶν Ἠλεῖ μόνων ἔστιν τοῦτο εὑρεῖν ἀλλὰ καὶ περὶ ἄλλων βασιλευσάντων ἐν Ἰσραὴλ καὶ Ἰούδα ἁμαρτωλῶν. οὕτω τοίνυν καὶ οἱ Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν· οὐδὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα.

Ἔστιν δὲ καὶ ἄλλο σημαινόμενον τοῦ γινώσκειν τὸν θεόν, ἑτέρου ὄντος τοῦ γινώσκειν τὸν θεὸν παρὰ τὸ πιστεύειν ψιλῶς εἰς τὸν θεόν, † ὡς δῆλον ἐκ τοῦ· »Ὅσα ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ »λαλεῖ« αὐτὸ ᾗ δῆλον ὅτι καὶ τοὺς προφήτας, ὧν τὰ ῥήματα, ὡς ἐν ἄλλοις ἀπεδείξαμεν, νόμος λέγεται. εἴρηται τοίνυν ἐν ψαλμοῖς· »Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός«.