Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ ὅρα εἰ δύναται ὁ λέγων· »Οὐκ εἰμὶ ἐγὼ ἐκ τοῦ κόσμου τούτου« ἡ ψυχὴ εἶναι τοῦ Ἰησοῦ ἐμπολιτευομένη τῷ ὅλῳ κόσμῳ ἐκείνῳ καὶ πάντα αὐτὸν ἐμπεριερχομένη καὶ χειραγωγοῦσα ἐπ’ αὐτὸν τοὺς μαθητευομένους.
οὐδὲν ἔχει ἐκεῖνος ὁ κόσμος κάτω, ὡς οὐδὲ οὗτος, ὡς πρὸς τὸ ἀκριβὲς ἐξετάζοντι, ἄνω. πῶς γὰρ δύναται ἔχειν τι ὁ κόσμος οὗτος ἄνω, οὗ ἡ κτίσις καταβολή ἐστιν; οὐ γὰρ ὡς ἔτυχεν ἀκουστέον τοῦ »Πρὸ καταβολῆς κόσμου«, ἐπίτηδες διὰ τοιαύτην ἐπίνοιαν πλασάντων ὄνομα τῶν ἁγίων τὸ τῆς καταβολῆς· καίτοι γε ἐδύναντο λέγειν »πρὸ κτίσεως κόσμου« καὶ μὴ χρήσασθαι τῷ τῆς »καταβολῆς« ὀνόματι.
ὅλος οὖν ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ ἐν καταβολῇ ἐστιν· ἔξω δὲ καταβολῆς κόσμου παντὸς γίνονται οἱ τοῦ Ἰησοῦ γνήσιοι μαθηταί, οὓς ἐξελέξατο ἐκ τοῦ κόσμου, ἵνα μηκέτι ὦσιν ἐκ τοῦ κόσμου αἴροντες τὸν σταυρὸν ἑαυτῶν καὶ ἀκολουθοῦντες αὐτῷ.
(6) Πότε εἶπεν αὐτοῖς· »Ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις »ὑμῶν«, ἢ ὅτε ἔφασκεν· »Ζητήσετέ με, καὶ ἐν ταῖς ἁμαρτίαις ὑμῶν »ἀποθανεῖσθε«; τί δὲ τὸ αἴτιον τοῦ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθνήσκειν ἀνθρώπους, ἢ τὸ μὴ »πιστεύειν ὅτι Ἰησοῦς ἐστιν ὁ
»χριστός«; αὐτὸς γάρ φησιν· »Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, »ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν«.εἰ δὲ ὁ μὴ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις ἑαυτοῦ, δῆλον ὅτι ὁ μὴ ἀποθνήσκων ἐν ταῖς ἁμαρτίαις αὐτοῦ πεπίστευκεν τῷ χριστῷ, ὁ δὲ ἀποθνήσκων ἐν ταῖς ἁμαρτίαις ἑαυτοῦ, κἂν λέγῃ πιστεύειν τῷ χριστῷ, ὡς πρὸς τὸ ἀληθὲς οὐ πεπίστευκεν αὐτῷ· ἐὰν δὲ λέγηται μὲν πίστις, χωρὶς δὲ ἔργων τυγχάνῃ, νεκρά ἐστιν ἡ τοιαύτη, ὡς ἐν τῇ φερομένῃ Ἰακώβου ἐπιστολῇ ἀνέγνωμεν.