Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae

Porphyrius

Porphyrius. Porphyrii Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae, Fasc I-II. Schrader, Hermann, editor. Leipzig: Teubner, 1880-1882

1l. ἀδύνατον, φαϲὶν, ἐντὸϲ τῇ ϲκηνῇ ὄντα κατιδεῖν εἰϲ τὸ πεδίον.[*](*B f. 129b ad πεδίον.) ῥητέον οὖν ὅτι ἰδεῖν καὶ ἀθρῆϲαι λέγομεν καὶ τὸ τῇ διανοίᾳ ϲκέψαϲθαι. πεδίον. ἐγχωρεῖ δὲ καὶ οὕτωϲ ἔχειν τὴν ϲκηνὴν, ὡϲ δύναϲθαι ἀπιδεῖν· ἔθοϲ γὰρ τοῖϲ βαϲιλεῦϲι τοιαῦτα καταϲκευάζειν, ἀφ᾿ ὧν περιόψονται.

ἢ ὅτι ἐφ᾿ ὕψουϲ ἡ ϲκηνὴ ἡ βαϲιλική, ἢ ὅτι οἱ Τρῶεϲ om. οἱ[*](B f. 129b ad ἐϲ πεδίον. Lp f. 169b c. l. ἤτοι ὅτ᾿ ἐϲ πεδίον.) Τρ. Lp ἐπὶ θρωϲμῷ πεδίοιο (v. 160). ἔνιοι δὲ τὸ ἀθρήϲειεν ἐπὶ τοῦ νοῦ ἀκούουϲιν, ἀλλὰ προϲέθηκεν ἂν τὸ ταῖϲ Lp φρεϲίν, ὡϲ ἤτοι ὅτ ἐϲ τὸ ὄφρα ἴδωμαι αι e corr. Lp ἐνὶ φρεϲίν (Φ 61).

47 sqq. εἰ δέ τιϲ λέγει τὸν Ἕκτορα διὰ ταῦτα ὑπερτίθεϲθαι καὶ[*](Eust. K, p. 788, 50.) αὐτοῦ τοῦ Ἀχιλλέωϲ, ἴϲτω ὅτι λύει τὸ ἄπορον ὁ βαϲιλεύϲ, προϲθεὶϲ τὸ αὕτωϲ, ἤτοι οὕτωϲ ἁπλῶϲ, οὔτε θεάϲ, φηϲὶν, υἱὸϲ φίλοϲ οὔτε θεοῖο. Ἀχιλλεὺϲ μὲν γὰρ καὶ τοιαῦτα καὶ μείζω δράϲαϲ οὐκ ἂν ἐκπλήξοι τινά (ἐκ θεάϲ γάρ), ὁ Ἕκτωρ δὲ ἁπλῶϲ ἀνήρ.

67 sqq. φθέγγεο δ᾿ ᾗ κεν ἴῃϲθα καὶ ἐγρήγορθαι ἄνωχθι,[*](* B f. 130ᵇ ad φθέγγεο δ᾿ ἦ ι eras. κεν.) πατρόθεν ἐκ γενεῆϲ ὀνομάζων ἄνδρα ἕκαϲτον πάνταϲ κυδαίνων, μηδὲ μεγαλίζεο θυμῷ. ταῦτα ϲημειωτέον ὡϲ ἐπιτήδεια εἰϲ αἰτίαϲ ἀπόδοϲιν, δι᾿ ἣν εἰώθαϲιν οὕτω πρὸϲ ἀλλήλουϲ διαλέγεϲθαι οἱ ἥρωεϲ· διογενὲϲ Λαερτιάδη πολυμήχαν᾿ Ὀδυϲϲεῦ· εἶναι γὰρ φιλοφρονουμένων [*](1. 2 Cf. Eust. K, p. 786, 16: τὸ δὲ πολὺν ὄμβρον ἀθέσφατον ἐκ παραλλήλου ταὐτὰ νοεῖ, ὡς καὶ ἐντὸϲ τοῖς ἑξῆς τὸ δηθά τε καὶ δολιχόν (v. 53) καὶ τὸ ἐπιτέλλεαι ἠδὲ κελεύεις (v. 61). Nicanorem aliter statuisse schol. A docet.) [*](3 sqq. † A c. l. θαύμαζεν πυρὰ πολλά (id. L. f. 204a c. eod. lemm.): πῶς, φησὶν, Ἀγαμφέμνων ⟨ὁ Ἀγ. L ⟩ ἐντὸς τοῦ τείχους ὑπάρχων ἐθαύμαζε τὰ πυρά ⟨τὰςτ πυρὰς ⟩, τὴν ἀρχὴν μὴ βλέπων αὐτὰ ⟨ αὐτὰς L⟩ διὰ τοῦ τείχους; καὶ ῥητέον ὅτι ὡς βασιλεὺς ὑψηλοτάτην ⟨ὑψηλὴν L⟩ εἶχε σκηνήν, ἵν᾿ εὐχερῶς θεωρεῖνμ δύναται πάντα ⟨ἴν᾿ εὐχ. δύνηται πάντα θ. L⟩) [*](11 —15 Quaestionem, quae in cod. Lp 170 eadem fere qua apud lust. ratione, sed in nonnullis (quae ibi bis leguntur) paullo oscitantius, traditaest, a Porphyrium referendamesse, eschol. secundi ordinisstatim afferendo sequitur. Ex iis quae in schol. ad v. 167 adscripto extr. leguntur: οὕτως οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο· ὡσαύτως οὔτε \θεᾶς υἱὸς ἔρεξενμ οὔτε θεοῖο, concludas nostrum locum lim cum illo cohaesisse sed incertior coniectura est quam ut utrumque coniunctum edi velim.) [*](13 † Lp f. 170 (c l. οὔτε θεᾶς υἱός): . . . κατὰ Πορφύριον δεῖ λαμβάνειν ἁπλοίκῶς· οὐ γὰρ πρὸς Ἀχιλλέα σύγκρισις. εἰ δὲ τις τοσαῦτα εἴποι. τὸν βασιλέα ὑπερτίθεσθαι οὕτω λέγοντα καὶ αὐτοῦ Ἀχιλλέως τὸνμ Ἕκτορα κτλ. (quoe sequuntur iis fere respondent quae supra ex Eust. edidimus).) [*](†B f. 130b ad ὅσα v. 49: ἁπλοϊκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς Ἀχιλλέα ἡ σύγκρισις.) [*](20 sqq. † B f. 130b ad πατρόθεν ν. 68 (id. Lp f. 170 c. l. πατρόθεν ἐκ γενεῆς): ὅταν λέγῃ διογενὲς Λαερτιάδη· τὸν πατέρα γᾶρ δηλοῖ, τὸ δὲ διογενές τὸν ἀρχηγὸν τοῦ γένους (adu. nonnulla Lp). ld. Eust. p. 790, 24.)

144
τὸν τοιοῦτον τρόπον τῆϲ προϲαγορεύϲεωϲ. τὸ μὲν οὗνμ πατρόθεν ὀνομάζειν ἐϲτὶν ἐντὸϲ τῷ Λαερτιάδη, τὸ δὲ ἐκ γενεῆϲ, τὸ ἐκ γενάρχου, οἱονμ τὸ διογενέϲ· ἐκ γὰρ τοῦ Διὸϲ τοῦ ἀρχηγέτου τοῦ γένουϲ εἴληπται τὸ διογενέϲ. τὸ δὲ οὕτωϲ ὀνομάζειν κυδαίνοντόϲ ἐϲτι τοὺϲ καλουμένουϲ. τί οὗν τὸ μηδὲ μεγαλίζεο θυμῷ, οὐ γὰρ, ὥϲπερ οἱ γραμματικοί, τὸ μὴ μέγα ἡγοῦ τὸ τοιοῦτον καὶ τὸ οὕτω προϲφωνεῖν, ἀλλὰ ϲημαίνει· μὴ μεγάλυνε ϲεαυτοῦ τὴν ψυχήν, ἐξ οὐ ϲημαίνεται· μὴ ὑπερόπτηϲ γίνου μηδ᾿ ἀνάξιον ϲαυτοῦ τὸ ἄλλον κυδαίνειν ἡγοῦ. τατὸν γὰρ τοῦτο καὶ ἐντὸϲ ἄλλοιϲ ἔφη· ϲὺ δὲ μεγαλήτορα θυμὸν ἴϲχειν ἐντὸϲ ϲτήθεϲϲιν (Ι 255) ὅμοιον γὰρ τῷ μὴ μεγαλίζεο θυμῷ τὸ ἴϲχειν ἐντὸϲ ϲτήθεϲι θυμὸν μεγαλήτορα, ᾧ ἐπάγει φιλοφροϲύνη γὰρ ἀμείνων· ταὐτὸν οὖν τῷ πάνταϲ κυδαίνων. καὶ ἡ Πηνελόπη δὲ λέγει οὐ γάρ τι μεγαλίζομαι οὐδ᾿ ἀθερίζω (ψ 174), οὐχ ὑπερηφανῶ ὥϲ τιϲ μεγάλη, οὐδέ ϲ᾿ ὡϲ μικρὸν καὶ ἀνάξιον ἀτιμάζω· ἀθερίζειν γὰρ, ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, τὸ ἀτιμάζοντα ἀποκρίνειν ὡϲ τοῦ μηδενὸϲ ἄξιον, ὡϲ ἀθέραϲ ἀπὸ τοῦ καρποῦ ἀποκρίνοντα· καὶ οὕ ποτέ μ᾿ οἵ γ’ ἀθέριζον (Α 261) οὔ ποτέ με ἐντὸϲ ἀθέρων μοίρᾳ εἶχον. ταὐτὸ δὲ τὸ ἀθερίζειν ἐϲτὶ τῷ ἀπόβλητόν τι ποιεῖϲθαι· οὔ τοι ἀπόβλητον ἔποϲ ἔϲϲεται (B 361), ᾧ ἀντικείϲεται τὸ ἄνδραϲ δὲ λίϲϲεϲθαι ἐπιπροέηκεν ἀρίϲτουϲ κρινάμενοϲ κατὰ λααὸν Ἀχαϊκόνν (I 520. 21), καὶ αἰϲυμνῆται δ᾿ ἔκκριτοι ἐννέα πάντεϲ ἀνέϲταν (θ 258). ἐξηγούμενοϲ δὲ τὸ ἀθερίζειν ἔφη τῶν δ᾿ ἄλλων οῦ πέρ τιν᾿ ἀναίνομαι οὐδ᾿ ἀθερίζω (θ 212). ἔϲτι δὲ τὸ ἀναίνομαι οὐχὶ ἐπαινῶ, διὸ ἴϲον ἂν εἴη τῷ πάνταϲ κυδαίνειν. καὶ τὸ οὐχ ἅλιιον δὲ ἴϲον τῷ οὐκ ἀθερίζειν, οὐκ ἀποβολῆϲ ἄξιον τῆϲ θαλάττηϲ· τὸ μὲν γὰρ ἀθέριζεῖν ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, ὁ δὲ ἅλιοϲ ἀπὸ τῶν εἰϲ ἅλα βαλλομένων, ὡϲ τὸ ἅλιον ἔποϲ ἔκβαλον ἤματι κείνῳ ( C 324). τὸ μὲν οὖν μὴ μεγαλίζεϲθαι θυμῷ ϲημαίνει τὸ μὴ ὑπερηφανεῖνμ δι᾿ ὑπεροψίαν. αὐτό τε τὸ ὑπερηφανῆϲαί φηϲι· ϲὺ δὲ τῷ μεγαλήτορι θυμῷ εἴξαϲ ἄνδρα φέριϲτον, ὃν ἀθά νατοί περ ἔτιϲαν, ἠτίμηϲαϲ (I 109. 10), ὃ ἔφη ἠθέριϲαϲ. καὶ πάλιν οἳ τὸ πάροϲ θυμῷ ἦρα φέροντεϲ ἀφεϲτᾶϲι (Ξ 131. 2), καταφρονοῦντεϲ καὶ ὑπερηφανοῦντεϲ, διὰ τὸ αὐτοῖϲ χωρίζεϲθαι, ὥϲ που ἔφη ταῦθ᾿ ὑπερηφαν έοντεϲ Ἐπειοὶ χαλκοχίτωνεϲ ἡμέαϲ ὑβρίζοντεϲ ἀτάϲθαλα μηχα νόωνται (Λ 694. 95). οἱ μέντοι ϲυνείκοντεϲ καὶ τῆϲ ὑπεροψίαϲ πουόμενοι· ὣc ὁ μὲν Αἰτωλοῖϲιν ἀπήμυνεν κακὸν ἦμαρ, εἴξαϲ ᾧ θυμῷ (I 597).

[*](9 ἔχειν ἐντὸϲ ϲτήθεϲι cod. ἴϲχειϲ ἐντὸϲ ϲτήθεϲιν Vill., ἴϲχειν ἐντὸϲ ϲτήθεϲιν Bkk., ἐντὸϲ ϲτήθεϲϲι Dind. 20 ἐπεὶ προέηκεν ἀρίϲτουϲ κρινάμενοι cod. ἐπιπροέηκεν Bekk. κρινάμενοϲ Kamm. 23 ἔϲτι δὲ τὸ οὐχὶ ἀναίνομαι ἐπαινῶ coni. Kamm. 24 ἴϲον cod. 26 τὸ δὲ ἅλιοϲ coni. Kamm. 27 ἔκβαλλον cod.; corr. Bkk. 31. 32 ἦρα φρένεϲ cod. corr Vill. 30 ἀπήμυνε cod.)[*](36 Ab Aristarcho (A I 597; cf. Et. M. 297, 12) dissentire videtur.)
145

98. v. 194 sqq.

149. δειλὸϲ, φαϲὶν, οὗτοϲ, ὅτι ἀϲπίδα καὶ οὐ add. Bkk.; codd.[*](B f. 132b ad άκοϲ L f. 209b.) om. δόρυ ἀναλαμβάνει. ἴϲωϲ δὲ ϲιωπωμένῃ τῇ ἀποκρίϲει χρῆται πρὸϲ ϲάκοϲ. τὸν Νέϲτορα εἰπόντα βουλεύϲεϲθαι πότερον φευκτέα ἢ μενετέα, ἐμφαίνων διὰ τῆϲ ἀϲπίδοϲ ὅτι μενετέα (v. 147). δόρυ μὲν γὰρ φέρουϲι καὶ μὴ μαχόμενοι, ἀϲπὶϲ δὲ μενόντων ἐϲτὶ καὶ μαχομένων.

151. ϲχῆμα ἀμφιβολίαϲ ἄδηλον γὰρ εἴτε παράκειται αὐτοῦ τὰ[*](Lp f. 173a. Cf. Cramer., A. P. III, p. 38, 24.) ὅπλα ἢ ἐνδέδυται. Πορφύριοϲ δέ φηϲιν ὅτι οὐ φορεῖ· δειλίαϲ γὰρ δεῖγμα τὸ τοιοῦτον.

οὐχ ὡπλιϲμένοϲ (δειλοῦ γάρ), ἀλλ᾿ οἷον πληϲίον ἔχων τὰ τεύχη.[*](B f. 132b ad ϲύν τεύχεϲιν. Lp l. c.) καλῶϲ δὲ οἱ ἑταῖροι τὴν μεθ᾿ ἡμέραν τάξιν φυλάττουϲι περιϲτοιχοῦντεϲ τεύχεϲιν. τὸν βαϲιλέα. ϲτρατηγικὸν δὲ καὶ τὸ αἰθριοκοιτεῖν.

153. φαύλη δοκεῖ εἶναι ἡ τῶν δοράτων ἐπὶ ϲαυρωτῆραϲ ϲτάϲιϲ·[*](*B f. 132b ad ὄρθ᾿. L f. 209a, Π.) καὶ δὴ πανταχοῦ θόρυβον ἤδη πεποίηκε νύκτωρ ἐντὸϲ μόνον πεϲόν. λύει δ᾿ Ἀριϲτοτέληϲ λέγων ὅτι τοιαῦτα ἀεὶ ποιεῖ Ὅμηροϲ οἷα ἦν τότε ἦνμ δὲ τοιαῦτα τὰ παλαιὰ οἷάπερ καὶ νῦν ἐντὸϲ τοῖϲ βαρβάροιϲ· πολλοὶ δὲ οὕτω χρῶνται τῶν βαρβάρων.

167. scholium quod de τρόπῳ ἀπὸ κοινοῦ qui vocatur agit, quoniam casu ad h. v. adscriptum est neque habet quo aliqua cum veri specie referatur (cf. ad p. 143, 11 1), in fine operis nostri edendum erit.

194 sqq. ἠπόρηϲεν Ἀριϲτοτέληϲ, διὰ τί ἔξω τοῦ τείχουϲ ἐποί[*](*B f. 131a ad μὴ τοὶ μὲν v. 98. L f. 207a, Π.) ηϲε τοὺϲ ἀριϲτέαϲ βουλευομένουϲ ἐντὸϲ νυκτηγορίᾳ, ἐξὸν ἐντὸϲ τοῦ τείχουϲ ἐντὸϲ ἀϲφαλεῖ. καί φηϲι· πρῶτον μὲν οὖν ὐκ εἰκὸϲ ἦν ἀποκινδυνεύειν τοὺϲ Τρῶαϲ οὔτ᾿ ἐπιτίθεϲθαι νύκτωρ· οὐ γὰρ τῶν εὐτυχούντων ἦν ἀποκινδυνεύειν. ἔπειτα ἐντὸϲ ἐρημίᾳ καὶ καθ᾿ ἡϲυχίαν βουλεύεϲθαι περὶ τῶν τηλικούτων ἔθοϲ. ἄτοπον δ᾿ ἂν ἦν εἰ ἠξίουν μὲν πορευθῆναί τιναϲ [*](7 — 9 schol. Lp quod primo loco posuimus in cod. alteri (lin. 10 —12), quod ϲὺν τεύχεϲιν in lemm. habet, praemisso ἄλλωϲ subiungitur 11 — 12 καλῶϲ — βαϲιλέα Lp om. 13 cod. B margini ext. adscrpt. Ἀριϲτοτελ. 14 πεποίηται L 16 δὲ om. L 22 cod. B marg. inter. adscrpt. Ἀλλριϲτοτλ. 23 βουλομένουϲ L 26 παρὰ pro περὶ L 27 ἠξίου codd. corr. Bkk. 21 sqq. πορευθῆναι τοὺϲ Τρῶάϲ τιναϲ L) [*](3 sqq. † Eust. K, p. 794 extr. (unde Paris. ap. Cramer., A. P. III, p. 83, 12). Quae ap. Eust. sequuntur (p. 792, 10): οὕτω ποτὲ καὶ ἐφεσίων στασιαξόντων περὶ χρημάτων παρελθὼν εἰς τὴν ἐκκλησίαν Ἡράκλειτος καἲ ἐπιπάσας κύλικι ἄλφιτα ἐξέπιε τὸν κυκεῶνα, σιωπῶσαν παραίνεσιν ἐκθεὶς καὶ διδάξας ὡς δεῖ ζηλοῦν τὴν αὐτάρκειαν. καὶ οὕτω μὲν οἱ τοιοῦτοι σοφοί (cf. p. 794 extr.: λύουσι δὲ τοῦτο πάνυ ἀστείως οἱ σοφοί), haud scio an item ad Porphyr. referenda sint (cf. Vict. ap. Bkk. A 149).) [*](11. 12 Cf. schol. A v. 151. 52; Eust. p. I95, 20.) [*](15 Arist. poet. 25, p. 1461 α 1: ἴσως δὲ οὐ βέλτιον μὲν ἀλλ᾿ οὕτως εἶχεν, οἷον τὰ περὶ τῶν ὅπλων· ἔγχεα δὲ σφιν ὄρθ᾿ ἐπὶ σαυρωτῆρος· οὕτω γὰρ τότ᾿  ἐνόμιζον, ὥσπερ καὶ νῦν Ἰλλυριοί.)

146
εἰϲ τοὺϲ Ιρῶαϲ, αὐτοὶ δὲ οὐδὲ μικρὸν προελθεῖν ἐτόλμων. ἔπειτα ϲτρατηγῶν ἂν εἴη τὸ φυλάϲϲεϲθαι τοὺϲ νυκτερινοὺϲ θορύβουϲ, τὸ δ᾿ ἐντὸϲ τῷ ϲτρατεύματι νυκτὸϲ ϲυνιόνταϲ βουλεύεϲθαι, νεωτεριϲμοῦ ὑποψίαν παραγράφειν ϲχὸν, φόβον ἐνεποίει. ἄμα δὲ καὶ ἡ πρόθεϲιϲ ἦν τοὺϲ φύλακαϲ θεάϲαϲθαι. ἐντὸϲ οἷϲ ἦν ἡ ϲωτηρία τῶν καθευδόντων. γενόμενοι δ᾿ ἐντὸϲ τούτοιϲ τοιϲ τὰϲ βουλὰϲ, ὀλίγον πόρρω τούτων ἀποϲτάντεϲ, ἐντὸϲ ἡϲυχίᾳ μὲν καὶ ἐντὸϲ ἀπορρήτῳ ἐποιοῦντο, μὴ ἀναμεμιγμένοι τοῖϲ φύλαξιν, ἐντὸϲ ἀϲφαλεῖ δέ, πληϲίον γὰρ τῶν φυλάκων. καὶ ἄμα ταχέωϲ ἦν ἐπιτελέϲαι τὰ δόξαντα. ὁ δὲ νεκύων χῶροϲ πλήρηϲ μὲν τῶν κειμένων πτωμάτων, ὀλίγον δὲ καθαρὸν ἔχων νεκρῶν, ἔνθα καθέζονται, τοῦ περὶ τὴν τάφρον παντὸϲ χωρίου πλήρουϲ ὄντοϲ τῶν ἀνηρημένων. ἀπολογούμενοϲ δὲ διότι ἄταφοι ἦϲαν, ἐπάγει ὅτι τῶν πολεμίων νυκτὸϲ γέγονεν ἡ ἀναχώρηϲιϲ καὶ ϲχολὴν οὐκ ἐνέδωκεν ὁ καιρὸϲ εἰϲ ταφήν, νυκτὸϲ μὲν καταλαβούϲηϲ, ἐκ δὲ τῆϲ ἥττηϲ ὑπὸ τοῦ καμάτου εἰϲ ὕπνον τετραμμένων πάντων· φηϲὶ γάρ (v. 98. 99)·
  • μὴ τοὶ μὲν καμά τῳ ἀδηκότεϲ ἠδὲ καὶ ὕπνῳ
  • κοιμήϲωνται, ἀτὰρ φυλακῆϲ ἐπιπάγχυ λάθωνται
  • καὶ (v. 200)·
  • ὅθεν αὖτιϲ ἀπετράπετ᾿ ὄβριμοϲ Ἕκτωρ
  • καὶ τὰ ἑξῆϲ.

    [*](B f. 133a ad τάφροιο v. 194. Lp f. 174a c. l. tqafroio)

    ---διὰ τί δὲ μὴ μᾶλλον ἔϲω τοῦ τείχουϲ ἀϲφαλέϲτερον βου.- τάφροιο λεύονται; ἀλλ᾿ ἐντὸϲ τῷ ϲτρατεύματι νυκτὸϲ περιιόντεϲ θόρυβον ἐκίνηϲαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν Ἑλλήων. ἄλλωϲ τε ἄτοπον ἦν εἰϲ καταϲκοπὴν ὀτρύνονταϲ μὴ τολμᾶν προϊέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸϲ παραμυθίαν τῶν μελλόντων ἐκπέμπεϲθαι.

    [*](*B f. 133b ad τάφρον v. 198.)

    ἄλογον τὸ μὴ ἐντὸϲ τῆϲ τάφρου τὸ ϲυνέδριον εἶναι. λύεται δὲ τάφρον ἐκ τοῦ καιροῦ· οὐ γὰρ τὸ θορυβεῖν τούϲ ἐντὸϲ ϲτρατοπέδῳ προϲῆκον. v. 198. θαρραλεώτερόν τε τὸν κατάϲκοπον ἐχρῆν ποιεῖν παρακαθήμενον καὶ οὐδὲν μέλλοντα πείϲεϲθαι δεινόν, τῶν φυλάκων περὶ τὴν τάφρον τυγχανόντων.

    [*](A.)

    215. 16. διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα καἰ ῥητέον ὅτι μέλανα μέν, ἐπεὶ νυκτὸϲ ἐπορεύοντο, ὑπόρρηνα δὲ ϲυμβόλῳ τινὶ αἰϲίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήϲωνται.

    [*](1 προϲελθεῖν codd.; corr. Bkk. 2 φυλάττεϲθαι L 5. 6 τούτοιϲ corr. e τούτων L 19 ὄμβριμοϲ L 22 περιόντεϲ Lp 24 ὀτρύνοντεϲ codd. corr. VII. 28 ἐχρῆ B)[*](12 sqq. CL Vict. v. 199 Bkk.)[*](21 — 30 L. f. 210ᵇ (id. fere Paris. ap. Cram, A. P. III, p. 174, 14): διὰ τί δὲ, φησὶν, οἱ ἡγεμόνες τὴν τάφρο διαβὰτες βουλεύονται; φαμὲν δὲ ὅτι τοῦτο ποιοῦσιν εἰς ἐπιμυθίαν τῶν κατασκόπων, ἵνα ἀμφότεροι ⟨προθυμότεροι schol. min.⟩ γένωνται ἐγγὺς αὐτῶν ὄντων. Cf. A v. 194;  Eust. K, p. 797, 50 (inde Paris. ap. Cramer. p. 85, 31).)
    147

    249. ζητεῖται δὲ πῶϲ Ὀδυϲϲεὺϲ νῦν μὲν ἐπαινούμενοϲ ἄχθεται,[*](A.) παρὰ δὲ τοῖϲ Φαίαξι φίλαυχόϲ ἐϲτι (ι 19. 2). ῥητέον ὅτι ἐνταῦθα μὲν L f. 212a. παραιτεῖται τὸν ἔπαινον, ἐπεὶ προείληφεν ἡ γνῶϲιϲ, παρὰ δὲ τοῖϲ Φαίαξιν οὐδαμῶϲ ἀρνεῖται, ἵνα γνωϲθεὶϲ μᾶλλον τῆϲ ἐπανόδου τύχῃ.

    252. 53. ἡ ϲυναγωγὴ τῶν ζητουμένων γέγονε μὲν ἤδη καὶ παρ᾿[*](*B f. 134b ad ἄϲτρα.) ἄλλοιϲ· ἡμεῖϲ δὲ τὰ προβλήματα λαμβάνοντεϲ παρὰ τῶν ἐζητηκότων ἄϲτρα τὰϲ λύϲειϲ ἐπικρίνομεν ἃϲ ἐκεῖνοι ὑπέταξαν τοῖϲ προβλήμαϲι, καί τιναϲ μὲν τούτων ἐγκρίνομεν, τινὰϲ δὲ παραιτούμεθα, τὰϲ δ᾿ αὐτοὶ ἐξευρίϲκομεν, τὰϲ δὲ πειρώμεθα διορθοῦν καὶ ἐξεργάζεϲθαι, ὥϲπερ τοῖϲ ἐντυγχάνουϲιν ἔϲται δῆλον. αὐτίκα τῶν παλαιῶν ζητημάτων ὡμολόγηται εἶναι τὸ τοιοῦτο, ἐντὸϲ οἷϲ φηϲιν

  • ἄϲτρα δὲ δὴ προβέβηκε, παρῴχηκε δὲ πλὲω νὺξ
  • τῶν δύο μοιράων, τριτάτη δ᾿ ἔτι μοῖρα λέλειπται.
  • πῶϲ γὰρ, εἰ αἱ δύο μοῖραι ἐξήκουϲιν αὐταί τε καὶ ἔτι τούτων πλέον, ἡ[*](a) τριτάτη μοῖρα λέλειπται, ἀλλ᾿ οὐχὶ τῆϲ τρίτηϲ μόριον; ὅθεν καί τινεϲ προϲτιθέντεϲ τὸ ϲ ἠξίουν τριτάτηϲ δέ τι μοῖρα λέλειπται γράφειν, ἵνα τῆϲ τρίτηϲ μερίϲ τιϲ ᾖ καταλελειμμένη, ἀλλ᾿ οὐχ᾿ ὅλη ἡ τρίτη. Μητρόδωροϲ μὲν οὖν τὸ πλεῖον δύο ϲημαίνειν φηϲὶ παρ᾿ Ὁμήρῳ· καὶ γὰρ τὸ ϲύνηθεϲ — ὡϲ ὅταν λέγη νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο (θ 475) καὶ ἀλλὰ τὸ μὲν πλεῖον πολυαϊκοϲ πολέμοιο χεῖρεϲ ἐμαὶ διέπουϲι (Α 165) —, ϲημαίνει δὲ καὶ τὸ πλῆρεϲ, ὡϲ ἐντὸϲ τῷ ϲὸν δὲ πλεῖον δέπαϲ αἰεὶ ἕϲτηκε (Δ 262), καὶ ἐντὸϲ τῷ πλεῖαί τοι χαλκοῦ κλιϲίαι (B 226). νῦν οὖν τὸ πλέον[*](b) ἀντὶ τοῦ πλῆρεϲ εἰρῆϲθαι· πλήρηϲ γὰρ ἡ νὺξ τῶν δύο μοιρῶν γεγονυῖα παρῴχηκε, τριτάτη δ᾿ ἔτι περιλέλειπται. διεῖλε δ᾿ εἰϲ τρία, ὡϲ ἂν τριφυλάκου τῆϲ νυκτὸϲ οὔϲηϲ. Χρύϲιπποϲ δὲ, ὥϲπερ εἴ τιϲ, φηϲὶ, περὶ τριῶν ἡμερῶν διαλεγόμενοϲ ἐντὸϲ τῇ τρίτῃ λέγει μίαν ἀπολείπεϲθαι ἔτι ἡμέραν, κἂν μὴ περὶ ὄρθρον ποιῆται τοὺϲ λόγουϲ, οὕτωϲ καὶ τὸν Ὀδυϲϲέα, εἰ καὶ πλέον ἦν παρῳχηκὸϲ τῶν δύο μοιρῶν, τὴν τρίτην φάναι καταλείπεϲθαι, ἐπειδὴ τριμεροῦϲ οὔϲηϲ τῆϲ νυκτὸϲ ἕκαϲτον μέροϲ ὡϲ ἕν [*](1 A, cuius lemma μήτ᾿ ἄρ με μάλ᾿ αἴνεε μήτε τι νείκει, nonnulla de μηδὲν ἄγαν praemittit; L inc.: ἀπορία. ζητεῖται δὲ πῶϲ ἐποιν. κτλ. 2 λύϲιϲ. ῥητέον δὲ ὅτι L 3 ἐπειδὴ L 13 δέ τι cod.; corr. Bekk. 14 de litteris in marg. positis v. ad p. 151, 27 sqq. 16 μοίρα cod. 21 δὲ post ϲημαίνει e coni. addidi, didi cod. om. 25 δὲ τι περίλειπται cod., περιλέλειπται Bkk.) [*](10 v. 252 diple notatus διὰ τὸ πολυθρύλητον ζήτημα καὶ τὰς γεγονυίας ἀποδόσεις (Ariston.).) [*](18 Cf. Arist. poet. 25 (p. 1461 α 25): τὰ δὲ ἀμφιβολίᾳ (δεῖ διαλύειν)· παρῴχηκεν δὲ ππλέων (πλέω cod. A Bkk.⟩ νύξ· τὸ γὰρ πλέων ἀμφίβολόν ἐστιν. Quae ad ipsum refertur solvendi ratio infra (p. 149, 4) sequitur.) [*](23 Aristarchum πλέον et πλεῖον (═ πλῆρες) distinxisse Lehrsius ap. Friedl., Ariston. p. 156) docuit)
    148
    τι λαμβάνεται, ὥϲτε κὰν ἐλλιπὲϲ ᾖ τοῦτο καὶ μὴ ὁλόκληρον, ἀλλ᾿ ἀριθμεῖϲθαί γε τρίτην τῷ τάξιν τῶν μερῶν ἔχειν τὴν τρίτην. οὕτω γὰρ καὶ ἄνθρωπον παρὰ μικρὸν ἑζά ποδα γενόμενον ἔτι τυγχάνειν τῆϲ ὅληϲ [*](e)προϲηγορίαϲ. ἄλλοι δέ φαϲιν ἔθοϲ ἔχειν τοὺϲ ποιητὰϲ τῷ ἀπηρτιϲμένῳ χρῆϲθαι ἀριθμῷ, ὁτὲ μὲν τὰ ἐπιτρέχοντα τοῖϲ ἀριθμοῖϲ περιγράφονταϲ ὑπὲρ τοῦ ὁλοϲχερεῖ καὶ ἀπηρτιϲμένῳ χρῆϲθαι, ὅταν χιλιόναυν ϲτρατὸν φήϲειέ τιϲ (Eur. Ορ. 344) τῶν Ἐλλήνων ἦϲαν δὲ αἱ νῆεϲ χίλιαι ἑκατὸν ὀγδοήκοντα ἕξ —, καὶ ἔτι πύργουϲ εἴκοϲι μιᾷ ϲτολῇ, πεζοῖϲ μὲν ἕνδεκα, ναυϲὶ δὲ δυώδεκα ἀντὶ τοῦ κγ΄. ὁτὲ δὲ τὸν προκείμενον περιγράφουϲι, τῷ ἐπιτρέχοντι ἀρκούμενοι, οἷον κατὰ μὲν φίλα τέκνα ἔπεφνε θάλλοντα ἥβᾳ δυώδεκα, αὐτὸν δὲ τρίτον (Pind. fr. 157 Boeckh.), ἀντὶ τοῦ τρίτον καὶ δέκατον· καὶ τετράτῳ· δ᾿ αὐτὸϲ πεδάθη, φηϲὶν ὁ Πίνδαροϲ (fr. 100), ἀντὶ τοῦ τετάρτῳ καὶ δεκάτῳ· ἡ δὲ γυνὴ τέταρτον ἔτοϲ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο (Hes. op. 696), ἀντὶ τοῦ τεϲϲαρεϲκαιδεκάτῳ καὶ πέντεκαιδεκάτῳ· Εὔπολίϲ τε Χρυϲῷ γένει (Mein., fr. com. ll, p. 537)· δωδἐκα τοϲ ὁ τυφλὸϲ, τρίτοϲ ὁ τὴν κάλην ἔχων, ὁ ϲτιγματίαϲ τέταρτόϲ ἐϲτιν ἐπὶ δέκα, πέμπτοϲ δ᾿ ὁ πύργοϲ, ἕκτοϲ ὁ διεϲτραμμένοϲ· χοὗτοι μὲν εἰϲ ἑκκαίδεκ᾿, εἰϲ Ἀρχέϲτρατον, ἐϲ τὸν δὲ φαλακρὸν τακαίδεκ᾿. B. ἴϲχε dqh. Α. ὄγδοοϲ ὁ τὸν τρίβων᾿ ἔχων. ὁτὲ δὲ ἔζω προϲτιθέαϲιν, ἵνα τὸν πλήρη ἀριθμὸν εἴπωϲιν, οἷον Ὁμήρου εἰπόντοϲ ἐννεακαίδεκα μέν μοι ἰῆϲ ἐκ νηδύοϲ ἦϲαν (Ω 496). Ϲιμωνίδηϲ φηϲὶ καὶ ϲὺ μὲν εἴκοϲι παίδων μᾶτερ ἔλλαθι (fr. 49 Bergk.). καὶ δεκάτῳ μηνὶ τοῦ τοκετοῦ ταῖϲ γυναιξὶ γιγνομένου φηϲὶν Ὅμηροϲ· χαῖρε, γυνὴ, φιλότητι, περιπλομένου δ᾿ ἐνιαυτοῦ τέξῃ ἀγλαὰ τέκνα (λ 248). καὶ ἄλλοι θ᾿ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο (B 64) καὶ πολλοὶ ἀπειρέϲιοι καὶ ἐννήκοντα πόληεϲ (τ 174) ἢ γὰρ κατὰ τὸ ἕτερον προϲτίθηϲιν ἢ κατὰ τὸ ἕτερον ἀφαιρεῖ. ὁμοίωϲ καὶ πρὸπαν ἦμαρ ἐϲ ἠέλιον καταβαλεῖν δύντα δαίνυντο (Α 601), οὐχ ἄμα τῇ ἕῳ ἀρξαμένων πίνειν· καὶ πᾶν δ᾿ ἦμαρ μάρναντο περὶ Ϲκαιῇϲι πύλῃϲι (Ϲ 453), καίπερ βραχέοϲ γινομένου χρόνου ὑπὲρ τὴν μάχην. καὶ τῶν Ὀλυμπίων [*](1. 2 ἀρι θμεῖϲθαι (ras. un. litt.) cod. μερῶν conieci cod. ἡμερῶν Kamm., p. 66, verba ἀλλ᾿ ἀριθμεῖϲθαί γε τὴν τρίτην supra post τοὺϲ λόγουϲ (p. 147, lin. 28) collocavit 3 παρὰ πόδα γεν. cod.; Kamm. καίπερ ἄποδα coni. 7 τιϲ addidi cod. om. 14 τέταρ. (supra ρ scrpt. τ) ἥθ’ ἡβώοι cod. ἔτοϲ dubitanter conieci 15 χρυϲογένειαν cod corr. Bkk. 17 δέκατοϲ cod corr. Mein. l. c.) [*](καλὴν cod.; κωλῆν Mein., κάλην Ο. schneid. ap. Mein. V, p LXXXIV 18 πυρρὸϲ ? πηρὸϲ Cobet ap Dind. 19 καὶ οὖτοι μὲν εἰϲ ἑκκαίδεκα ἐϲ ἀρχ. cod.; corr. Mein. ἐϲ δὲ τὸν φ. cod.: corr. Mein. 20 ἑπτακαίδεκα cod. corr. Mein. idem personas distinxit 21 τρίβων cod. 32 post χρόνου in cod. (in fine paginae) 4 litt. eras.) [*](26 — 29 Cf. Porph. B 649, p. 49, 12.)
    149
    δὲ ἐναλλὰξ ἀγομένων διὰ πεντήκοντα μηνῶν καὶ τεϲϲαράκοντα ἐννέα, οἱ ποιηταὶ πεντηκοντάμηνόν φαϲι τὴν πανήγυριν. οὕτωϲ οὖν οὐδὲν κωλύει, καὶ τῆϲ τρίτηϲ μοίραϲ ἐλλιποῦϲ οὕϲηϲ, οὐχ ὁλόκληρον τρίτην αὐτὴν ὀνομάϲαι μοῖραν. Ἀριιϲτοτέληϲ δὲ οὕτωϲ ἀξιοῖ λύειν, ἐντὸϲ οἷϲ φηϲιν· ἡ εἰϲ δύο διαίρεϲιϲ εἰϲ ἴϲην δύναται γενέϲθαι ἐντὸϲ τούτοιϲ· ἐπεὶ δὲ τὸ πλέον τοῦ ἡμίϲεοϲ ἀόριϲτόν ἐϲτιν, ὅταν τοϲοῦτον αὐξηθῇ ὡϲ τοῦ ὅλου τρίτον ἀπολείπεϲθαι, ἀκριβοῦϲ ἂν εἴηξ τὸ ἀφορίϲαι τοῦτο καὶ δηλῶϲαι ὅϲον ἐϲτὶ τὸ καταλειφθέν, ἵνα ὅϲον ηὐξήθη τοῦ ὅλου τὸ ἥμιϲυ δῆλον γένηται. οἷον τῶν Ϛ΄ ἥμιϲυ τὰ γ΄. εἴπερ διαιρεθείη τὰ εἰϲ β΄ ἴϲα, ἔϲται γ΄. ἐὰν τὸ ἕτερον μέροϲ αὐξηθῇ, ἄδηλον πότερον μορίῳ ἀριθμοῦ ἢ ὅλη μονάδι. ἐὰν οὖν ὅλη μονάδι πλέον γένηται, τὸ μέροϲ τὸ ὑπολειπόμενον τρίτον ἔϲται τοῦ ὅλου, ὥϲτε καὶ ὁ εἰπὼν τῶν δύο μερῶν θάτερον πλέον γινόμενον καταλέλοιπε τριτάτην μοῖραν δεδήλωκεν ὅτι ἐντὸϲ αὐξήϲει τὸ πλέον μονάδι γέγονε. τεϲϲάρων γεγονότων τῶν τριῶν καὶ δύο ὑπολειπομένων, ὅπερ ἦν τῶν ἓξ τὸ τρίτον. ἐπεὶ οὖν καὶ τῆϲ νυκτὸϲ αἱ δώδεκα μοῖραι εἰϲ δύο ἴϲαϲ μερίδαϲ μερίζεϲθαι δύνανται εἰϲ ἕξ, ηὐξήθη δὲ καὶ πλέον γέγονε θάτερον μέροϲ, ἄδηλον δὲ τὸ πόϲαιϲ ὥραιϲ — καὶ γάρ μιᾷ καὶ δύο καὶ τριϲὶ καὶ πλείοϲιν ἡ αὔξηϲιϲ δύναται γίνεϲθαι — , ἀφορίζων ὁ ποιητὴϲ τὸ ἀόριϲτον τοῦ πλείονοϲ πόϲον ἥν, καὶ ὅτι β΄ ὥραιϲ ηὐξήθη, ἐπήγαγεν ὅτι τριτάτη μοῖρα λέλειπται, ὡϲ ὀκτὼ μὲν γενέϲθαι τὰϲ παρῳχηκυίαϲ ὥρααϲ, καταλείπεϲθαι δὲ τέϲϲαραϲ, αἵπερ εἰϲὶ τοῦ ὅλου τρίτον. οὕτω καὶ εἰ δέκα ὀκτὼ εἴη μοιρῶν, 5 τι δίχα διαιρεῖται εἰϲ ἐννέα, εἴποιϲ δ᾿ ὅτι πλέον τῆϲ εἰϲ δύο μοίραϲ παρῴχηκεν, ἡ δὲ τρίτη μοῖρα περιλείπεται, δῆλον ποιήϲειϲ ἐκ τοῦ τὸ τρίτον φάναι περιλείπεϲθαι, ὅπερ ἐϲτὶν Ϛ΄, ὅτι δώδεκα φὴϲ εἰλῆφθαι. ἔϲτω δὲ καὶ ἐπὶ τοῦ νυχθημέρου τῶν ὡρῶν τὸ αὐτὸ ζητούμενον, καὶ λεγέτω τιϲ ὅτι πλέον τι τῶν εἰϲ δύο μοίραϲ νεμομένων ὡρῶν παρῴχηκέ τι, μὴ ἀφορίϲαϲ τὸ πόϲον, ἐπαγέτω δὲ ὅτι ἡ τρίτη μοῖρα τοῦ παντὸϲ λέλειπται· δῆλον γίνεται ὅτι τῆϲ εἰϲ β΄ διαιρέϲεωϲ εἰϲ ιβ΄ καὶ ιβ΄ γενομένηϲ, τοῦ τρίτου καταλειφθέντοϲ τοῦ παντὸϲ, ὅπερ ἐϲτὶν ὀκτώ, θάτερον μέροϲ τὸ πλέον ἐντὸϲ τέτραϲιν ἔϲχεν, ὥϲτε ἑκκαίδεκα ὥραϲ τὰϲ πάϲαϲ παρεληλυθέναι, ὑπολείπεϲθαι δὲ ὀκτώ. ἐντὸϲ οἷϲ οὖν εἰϲ δύο ἴϲα καὶ εἰϲ τρία ἐϲτὶ διαίρεϲιϲ, ἐάν τιϲ εἰϲ δύo πλεονάϲαντα τὸ τρίτον τῆϲ εἰϲ γ΄ καταλίποι, ἀφορίζει ὅϲῳ πλέον ἡ αὔξηϲιϲ γέγονε. ϲοφῶϲ οὖν ὁ ποιητὴϲ τὸ ἀόριϲτον τρίτον τῆϲ αὐξήϲεωϲ τοῦ ἡμίϲεοϲ δεδήλωκεν ὅϲον ἦν, ὅτι ὥραιϲ δύο, καὶ ὀγδόη παρεληλύθει ὥρα, διὰ τὸ φάναι τριτάτη δ᾿ ἔτι μοῖρα λέλειπ ται. εἰδὼϲ γάρ τιϲ ὅτι ιβ΄ μὲν αἱ [*](3 ὁλόκληρον Vill cod. ὁλοκλήρου 4 versui in marg inter. adscrpt. Ἀριϲτοτελ. 5. ἐπεὶ δὲ V. Rose, Ar. ps., p. 165; cod. ἐπειδὴ 10 ἷϲα cod. 22. 23 μοιρῶν ego cod. μετρῶν; μερῶν Vill. πλέον τῶν εἰϲ δύο cod corr. Bkk. 33 τὸ τρίτον scripsi, τὸ γ΄ cod. 35 τρίτον recte deleri iubet Kamm., p. 68 37 τριτάτη δέ τι cod.) [*](4 Cf. ad p. 147, 18 et Heitz, d. verlorn. Schr. d. Arist, p. 266.)
    150
    ὧραι πάϲαι τῆϲ νυκτόϲ, ὧν ἡ εἰϲ δύο μὲν μοίραϲ διαίρεϲιϲ καὶ Ϛ΄ ποιεῖ, ἡ δὲ εἰϲ γ΄ δ΄ καὶ δ΄ καὶ δ΄, καὶ ἀκούϲαϲ ὅτι τῆϲ εἰϲ δύο μοίραϲ διαιρέϲεωϲ πλέον τι παρῴχηκεν, εἶτα γνοὺϲ ὅτι τῆϲ εἰϲ τρία τὸ τρίτον ἐπιμένει, ὅπερ ἐϲτὶν ὧραι τέϲϲαρεϲ, εὐθὺϲ γινώϲκει ὅτι ἀπὸ τοῦ μεϲονυκτίου [*](d)β΄ ὧραι ἦϲαν παραλλάξαϲαι μεταβάντοϲ. Αὐτόχθων δέ φηϲιν ὅτι τετελεϲμένων τῶν β΄ μοιρῶν, λειπομένηϲ δὲ τῆϲ τρίτηϲ, εἰκότωϲ φηϲὶν ὡϲ παρῆλθε τὸ πλέον ἡ νὺξ οὖϲα μοιρῶν β΄· πλέον γὰρ μέροϲ εἰϲὶ τῆϲ νυκτὸϲ αἱ δύο, εἴ γε τὰ δύο τοῦ ἑνὸϲ πλείονα. τὸ οὖν παρψχηκεν, ὅτι παροιχομένων τῶν δύο μοιρῶν τῷ πλείονι ἡ νὺξ παρῴχηκεν. οὕτω γὰρ οὐδ᾿ ἁμάρτημα ἔϲται ἐντὸϲ τῷ πλέω, ὅπερ θηλυκῶϲ ἀκούοντέϲ τινεϲ ἡμαρτῆϲθαι λέγουϲιν ἀντὶ τοῦ ἡ πλείων· ἔϲτι γὰρ τῷ πλέῳ ἡ νὺξ παρῳχηκυῖα μέρει, τουτέϲτι τῷ πλείονι καὶ μείζονι μέρει παρήλλαχε, [*](e)τῶν δύο μερῶν παρῳχημένων. Ἀπίων δὲ αὐτῶν τῶν β΄ τὸ πλέον μέροϲ ἀνηλῶϲθαι λέγει, ὥϲτε καὶ τῆϲ δευτέραϲ εἶναι λείψανον, καὶ τούτοιϲ των μὲν οὖν τὸ πλέον παρῴχηκε, τὸ δὲ τρίτον καταλείπεται· περὶ γὰρ νύκταϲ μέϲαϲ ἀναϲτὰϲ Ἀγαμέμνων ἐγείρει τὸν Νέϲτορα καὶ μετ᾿ αὐτοῦ τινὰϲ τῶν ἀριϲτέων, καὶ ἐπὶ τὴν τάφρον προελθόντεϲ πέμπουϲι τοὺϲ καταϲκόπουϲ. τὸν δὲ καιρὸν τῆϲ νυκτὸϲ ὑποβάλλει καὶ τὸ πλῆθοϲ τῶν πράξεων. ὁπλιϲάμενοι γὰρ οἱ κατάϲκοποι, ὀφθέντοϲ αὐτοῖϲ τοῦ ὀρνέου, εὐξάμενοί τε τῇ Ἀθηνᾷ χωροῦϲι πρόϲω· καὶ ἐντυχόντεϲ τῷ Δόλωνι οὐκ ὀλίγον χρόνον περὶ τὰϲ ἐρωτήϲειϲ διέτριψαν· καὶ κτείναντεϲ αὐτὸν μετὰ ταῦτα ἐπὶ τοὺϲ Θρᾷκαϲ ἔρχονται· καὶ βραδύνουϲιν αὐτοῖϲ περὶ τὸν τούτοιϲ των φόνον ἡ Ἀθηνᾶ ἐπὶ τὰϲ ναῦϲ ἀπαλλάττεϲθαι παραινεῖ· καὶ ἐπανελθόντεϲ λούονταί τε καὶ ἀριϲτοποιοῦνται, καὶ τότε ἡμέρα γίνεται. Ὀδυϲϲεὺϲ δὲ λέγει ἐγγύθι δ᾿ ἠ ώϲ, τὴν διέξοδον ἐπείγων· οὐδὲ γὰρ εὔλογον πληϲιαζούϲηϲ τῆϲ ἕω καταϲκόπουϲ πέμπεϲθαι, ἀλλὰ καὶ πάνυ ἐπιπολλῆϲ [*](f)ϲφαλέϲ. τὸ δὲ πλέω δύναται μὲν καὶ ὡϲ πληθυντικὸν οὐδέτερον παρειλῆφθαι· τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν παρῆλθεν ἢ πλείονα παρὰ μοίραϲ τὰϲ δύο, ὥϲ που καὶ ὁ Θουκυδίδηϲ (l, 3, 5) λέγει ἀλλὰ καὶ ταύτην τὴν ϲτρατιὰν θαλάϲϲῃ ἤδη πλείω χρώμενοι ϲυνῆλθον. δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι,. πτῶϲιν αἰτιατικὴν προβάλλον· ἡ νὺξ παρῆλθε τὴν πλείονα μοῖραν τῶν δύο μοιρῶν. πιθανῶϲ δὲ οὐδένα ἄλλον τὴν τῶν ἄϲτρων πορείαν ἐποίηϲε φυλάττοντα ἢ τὸν Ὀδυϲέα, προοικονομῶν εἰϲ τὴν Ὀδύϲειαν· ἐκεῖ γὰρ αὐτῷ ὁ πλοῦϲ ἀνύεται Πληιάδαϲ ἐϲορῶντι καὶ ὀ ψὲ δύοντα Βοώτην (ε 572).

    [*](g)

    λέγοντοϲ τοῦ Ὀδυϲέωϲ ἄϲτρα δὲ δὴ προβέβηκε, ζητήϲειεν ἄν τιϲ, τί δηλοῖ τὸ προβέβηκε καὶ ποῖά εἰϲιν ἄϲτρα ἐξ ὧν ϲτοχάζεται [*](2 εἰϲ γ΄ ἐϲ δ΄ καὶ δ΄ cod.: alterum καὶ δ΄ Mamm. add ὅτι addidi cod. om. 7 post φηϲὶν in cod. rasura 24 fere litterarum 13 ἀππίων cod. 14 sqq. καὶ — καταλείπεται e coni. dedi; cod. λείψανον καὶ ὧν νὖν τὸ πλέον παρῴχηκε τὸ τρίτον καταλείπεται 35 πληάδαϲ (ι de more om.) cod, 36 sqq. λέγοντοϲ κτλ. sine ullo intervallo neque ullo signo interposito in cod (f. 135b) iis quae iam edidimus subiunguntur)

    151
    τὴν ὥραν. τὸ γὰρ ἐκ τῆϲ ἄρκτου λέγειν οὐχ ὑγιέϲ· οὐ γὰρ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλ᾿ ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τὰϲ ὥραϲ τεκμαίρεϲθαι ἔϲτιν. οἱ δὲ οὐδ᾿ ἐπ᾿ ἄλλου φαϲὶν οἷόν τε ἢ ἐπὶ τῆϲ ἄρκτου εἰρῆϲθαι διὰ τὸ προκεῖϲθαι τὸ προβεβηκέναι· ϲημειωϲάμενον γὰρ τοὺϲ τόπουϲ καθ᾿ ὥραν, ὡϲ ἐπιλαμβάνουϲι ϲτρεφόμενοι τῆϲ ἄρκτου οἱ ἀϲτέρεϲ, προβεβηκέναι φάναι ἐπὶ πλέον κατὰ τὴν ϲτροφήν χωρήϲανταϲ. οἱ δὲ ἀπὸ τῶν Πληιάδων καὶ Ὑάδων καὶ Ὠρίωνοϲ, ἤτοι τὴν ἀνατολὴν ἑῴαν ποιουμένων καὶ προβεβηκότων ἀπὸ τῆϲ ἀνατολῆϲ, Πληιάδων δύϲιν ποιουμένων καὶ ἤδη προβαινόντων εἰϲ τὴν δύϲιν τὸ αὐτὸ γὰρ καὶ ἐντὸϲ τῷ ἀλλ᾿ ὅτε δὴ τρίχα νυκτὸϲ ἔην, μετὰ δ᾿ ἄϲτρα βεβήκει (μ 312). ἢ ὡϲ πρὸϲ ἀνατολὴν ἢ πρὸϲ δύϲιν, τὸ μέντοι τρίχα ἀντὶ τοῦ τρίτον. διχῶϲ δὲ τὸ τρίτον---τό τε κατὰ ϲχέϲιν τὴν πρὸϲ τὸ πρῶτον. μή ποτε ἐκ τοῦ ζωδιακοῦ κύκλου τὴν ὥραν καταμεμαθηκέναι φηϲί· τούτου γὰρ εἰϲ ιβ΄ διῃρημένου, μὲν εὐθέωϲ καταδύνοντοϲ ἡλίου βλέπεται, νυκτὸϲ δὲ προβαινούϲηϲ τὰ λοιπά, οὐ τὰ αὐτὰ μὲν ὁρώμενα, τὸν δὲ ἀριθμὸν τὸν ἓξ φυλάττοντα. ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ, ἐντὸϲ ὧ ὁ ἥλιοϲ ἔδυ, τὴν ὥραν ϲτοχάζεται Ὀδυϲϲεύϲ. ἡ ἁπλῶϲ πάντα φηϲὶ τὰ ἄϲτρα προβέβηκε, τουτἐϲτι προκεχώρηκεν εἰϲ δύϲιν τὰ ἀφ᾿ ἑϲπέραϲ ἐντὸϲ τῆ ἀνατολῇ φανέντα, ὡϲ καὶ νῦν φαμεν πολ προῆλθε τῆϲ ἡμέραϲ, εἰϲ δύϲιν λέγοντεϲ προτάττειν ελθεῖν· ἐφ’ ὧν γὰρ ἀπὸ πέρατοϲ εἰϲ πέραϲ ἐϲτί τιϲ δρόμοϲ, ὅταν ἤδη πρὸϲ τῷ ἑτέρῳ πέρατι ὁρώμενα φαίνηται, προβεβηκέναι λέγοιτ᾿ ἂν ἀφ᾿ οὐ πρῶτον ὁρμώμενα ὤφθη. ὅτι δὲ καὶ τὴν ἡμέραν καὶ τὴν νύκτα εἰϲ[*](h) τρία διαιρεῖ δῆλον· ἐπὶ μὲν γὰρ τῆϲ ἡμέραϲ· ἔϲϲεται ἠὼϲ ἢ δείληϲ ἢ μέϲον ἦμαρ (Φ 111), ἐπὶ δὲ τῆϲ νυκτόϲ· ἀλλ’ ὅτε δὴ τρίχα νυκτὸϲ ἔην (μ 312).

    διὰ τί προβέβηκε καὶ ποῖα τὰ ἄϲτρα, ἐξ ὧν ϲτοχάζεται τὴν[*](g L f. 212b.) ὥραν ὁ Ὀδυϲεὺϲ τὸ γὰρ τῆϲ ἄρκτου τοὺϲ ἀϲτέραϲ ἀκούειν ἁμάρτημα, [*](3 φηϲὶν cod. corr Bkk. 4 post προβεβηκέναι in cod repetitum εἰρῆϲθαι 7 υἱάδων cod; ort. Vill. ἤτοι δὲ ἀνατ. cod. vereor ne gravius vitium lateat 8 Πληιάδων corruptum esse liquet; quod ad rem attinet, e schol. L. (p. 152, 5) conicias: ἢ τῶν ἑῴαν, sed plura excidisse videntur 12 lacunae in cod. vesti gium non exstat 15 οὐκ αὐτὰ cod.; corr. e schol. min. (V. p. 152, 9)) [*](23 A v. 252 . . . . . τριφύλακος γὰρ ἦν καθ᾿ Ὅμηρον ἡ νύξ. καὶ ἐντὸϲ ἄλλοις· ἔσσεται ἠὼς ἢ δείλ μέσον ἦμ αρ. Cf. id. 5 111 (c. l. ἔσσεται ἢ ἠώς): ὅτι ὅλην τὴνμ ἡμέραν εἰ τρία διαιρεῖ . . . . . , ὥσπερ καὶ τὴν νύκτα εἰς τρία, ἑσπέραν, ἀμολγὸν, ἑῴαν.) [*](27 sqq. Multo longius a vera quaestionis forma hoc schol. abest: priorem certe scholii Veneti partem, reiecta omni quae in illo inestexquisitiore doctrina, ita ad ieiunius illud dicendi genus, quo pleraeque quaestiones quae ad nos pervenerunt uti solent, redegit, ut inde excerptum esse videri possit. At cum habeat, et maxime quidem in posteriore parte, quae in Veneto desiderentur, et ordine rerum exponendarum utatur diverso, inter scholia secundi ordinis referri noluimus. Quo melius perspicuitati consuleretur, litteris margini)

    152
    οὐκ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλ᾿  ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τῆϲ ὥραϲ τεκμηριουμένηϲ καὶ νοουμένηϲ. ἔνιοι μὲν οὖν Πληιάδαϲ φηϲὶν καὶ Ὑάδαϲ καὶ τὸν Ὠρίωνα καὶ τὸ προβεβηκέναι τὴν ἀνατολὴν ἑῴαν ἑῶαν, ε ex π facto, cod. ποιεῖται, ἕτεροι δὲ τὸν Ἕϲπερον καὶ τὸν Κύνα καὶ τὸ προβεβηκέναι ἑῴαν ἑῶαν cod. ποιεῖται τὴν δύϲιν. ἄμεινον δὲ λέγειν, ὅτι ἐκ τοῦ κύκλου τοῦ ζωδιακοῦ τὴν ὥραν κατέμαθε. τούτου τοῦτο cod. γὰρ εἰϲ ιβ΄ διῃρημένου διηρημένον cod., ἓξ μὲν εὐθέωϲ ἡλίου καταδύνοντοϲ καταδύοντοϲ cod. βλέπεται, νυκτὸϲ δὲ προβαινούϲηϲ τὰ λοιπὰ, καὶ τὰ οὐ τὰ αὐτὰ sch. min. μὲν ὁρώμενα τὸν δὲ ἀριθμὸν τῶν ἓξ φυλάττοντα. ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ, ἐντὸϲ ᾧ ὁ ἥλιοϲ ἔδυ, τὴν ὥραν ϲτοχάζεται ὁ Ὀδυϲϲεύϲ. ἢ ἁπλῶϲ φηϲι πάντα τὰ ἄϲτρα ϲυγκαταδυόμενα καταδυόμενα cod. τῷ ἡλίῳ καὶ ϲυνανατέλλοντα κατὰ τὸ δεύτερον. τὸ δὲ προβέβηκε δηλοῖ προκεχώρηκεν εἰϲ δύϲιν, ὥϲπερ καὶ ἡμεῖϲ λέγοντεϲ τὸ πολὺ προῆλθε τῆϲ ἡμέραϲ τὸ εἰϲ δύϲιν προελθεῖν λέγομεν. εἰ δέ τιϲ ἐπιζητεῖ, πῶϲ οὐκ ὠνόμαϲε τὰ ἄϲτρα, ἴϲτω ὅτι τῷ ἐπειγομένῳ ἐπὶ ἔργον οὐκ ἥρμοζεν. ἀδολεϲχεῖν. φαίνεται δὲ ἐκ τούτων Ὅμηροϲ καὶ ϲφαιροειδῆ τὸν κόϲμον εἰδώϲ· οὐ γὰρ οἷόν τε τὰ μὲν δύνειν τὰ δὲ ἀνατέλλειν, μὴ οὐχὶ ὑπὸ γῆν τοῦ ἡλίου φερομένου καὶ ὑπὲρ γῆν ἀνίϲχοντοϲ. εἰδὼϲ δὲ καὶ ἡμερῶν καὶ νυκτῶν μέγεθοϲ καὶ ἡλίου κίνηϲιν, οἶδεν ἀκριβῶϲ ὅτι κατὰ καὶ, om. ὅτι, cod. τὰϲ τούτου δύϲειϲ καὶ ἀνατολὰϲ ἡ νὺξ ὁρίζεται ὀργίζεϲθαι cod. κατὰ τὴν ἡμέραν.

    παρῴχηκε δὲ ἡ νὺξ τῶν δύο μοιρῶν corr., τριτάτη [*](h)δ᾿ ἔτι δέ τοι cod. μοῖρα λέλειπται. ὥϲπερ τὴν ἡμέραν εἰϲ τρία· μέρη διεῖλεν, ἐντὸϲ οἷϲ φηϲιν ἔϲϲεται ἔϲεται cod. ἢ ἠὼϲ ἢ δείλη ἢ μέϲον ἦμα ρ, οὕτω καὶ τὴν νύκτα εἰϲ τρία διεῖλεν. εἰ δὲ τριμερὴϲ [*](a)ἔϲται ἡ νὺξ καὶ πλεῖον τῶν δύο μοιρῶν παρῆλθεν, πῶϲ δύναται ὅλη [*](d)ἡ τρίτη λείπεϲθαι; ἀλλὰ λέγομεν, ὅτι τετελεϲμένων τῶν δύο μοιρῶν, λειπομένηϲ δὲ τῆϲ τρίτηϲ, εἰκότωϲ φηϲὶν ὡϲ παρῆλθε τὸ πλεῖον ἡ νὺξ οὖϲα μοιρῶν δύο πλεῖον γὰρ μέροϲ ἐϲτὶ τῆϲ ὅληϲ νυκτὸϲ αἱ δύο, εἴ [*](c)γε τὰ δύο τοῦ ἑνὸϲ πλείονα. ἢ κἀκεῖνο ῥητέον, ὡϲ τὸ μέροϲ ὁμοίωϲ ἐξήνεγκε τῷ ὅλῳ, τὴν τρίτην λείπεϲθαι εἰπὼν οὐ λειπομένην ὅλην, ὁμοίωϲ· ὣϲ τό τε μὲν πρόπαν ἦμαρ ἐϲ ἠέλιον καταδύντα καὶ πᾶν δ᾿  ἦμαρ μάρναντο ἐπὶ Ϲκαιῇϲι πύλῃϲιν· οὔτε γὰρ ἅμα ἕῳ ἀρξάμενοι ἔπινον καὶ om. cod. βραχὺϲ ἦν ὁ ἀναλωθεὶϲ χρόνοϲ εἰϲ τὴν μάχην περὶ ταῖϲ πύλαιϲ. κἀκεῖνο ὅμοιον· περιπλομένου ἐνιαυτοῦ τέξειϲ ἀγλαὰ τέκνα· εἰϲ γὰρ ἀποκύηϲιν οὐ πληροῦται ὅλον ἔτοϲ ἔποϲ cod, ἀλλὰ διακόϲιαι καὶ ἑβδομήκοντα καὶ τρεῖϲ ἡμέραι. καὶ ἡμεῖϲ ἐντὸϲ τῷ ϲυνήθει τοῦ τοῦτον cod. τὸν δολιχὸν τρέχοντοϲ ἀρξαμένου utriusque appositis unum ad alterum retulimus. Addendum, id. fere schol., e quo Eust., p. 802, 12 sqq. hausisse videtur, inter schol. min. legi. — Initium nostri schol. (usque ad νοουμένης) altero schol. L (f. 212b) continetur.

    153
    τρέχοντα ἀρξάμενοι cod. τὸ τὸν cod. τελευταῖον ϲτάδιον τρέχειν, ϲτάδιον αὐτὸν περιλείπεϲθαί φαμεν, καὶ περὶ τοῦ τὸν τοῦτον cod. ἔϲχατον μῆνα ἄρχοντοϲ, ὅτι τῆϲ ἀρχῆϲ αὐτῷ περιλείπεται μείϲ. ἢ ὅτι αὐτῶν τῶν δύο τὸ πλεῖον μέροϲ ἀναλῶϲθαι λέγεται; ὥϲτε καὶ[*](e) τῆϲ δευτέραϲ τι ἐϲτὶ cod. καὶ τὴν τρίτην ὅλην καταλείπεϲθαι. τὸ δὲ[*](f) πλέω πλείω cod. δύναται μὲν ὡϲ πληθυντικὸν οὐδέτερον παρειλῆφθαι· τὰ τὸ cod.πλείονα ἐκ τῶν δύο μοιρῶν παρηλλάχθαι· ἢ πλείονα παρὰ τὰϲ μοίραϲ μοῖραϲ cod. τὰϲ δύο, ὥϲ που καὶ Θουκυδίδηϲ λέγει· ἀλλὰ καὶ ταύτην τὴν ϲτρατιὰν θαλάϲϲῃ ἤδη πλείω πλοίω cod. χρώμενοι ϲυνῆλθον. δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι πτῶϲιν αἰτιατικὴν προβάλλον ἡ νὺξ παρῆλθεν εἰϲ πλείονα μοῖραν τῶν δύο μοιρῶν.

    παρῆλθον τῆϲ νυκτὸϲ αἱ δύο πλήρειϲ μοῖραι. οἱ δὲ ὅτι τὸ πλέον[*](f. 134b ad πλέω. Lp. f. 175b c. l. παρῴχηκε δὲ πλέω νύξ.) τῶν δύο μοιρῶν τῆϲ νυκτὸϲ παρῆλθεν. αἱ δύο δὲ μοῖραι ὀκτώ εἰϲιν ὧραι· τούτων τὸ πλέον, ὅ ἐϲτιν αἱ ἑπτά, παρῆλθεν· ἐϲμὲν δὲ ἐντὸϲ ὀγδόῃ ὥρᾳ, λείπονται δὲ τέϲϲαρεϲ. τὸ δὲ ὅλον οὕτωϲ· παρῆλθεν ἡ πλείων ἤδη μοῖρα τῶν δύο τῆϲ νυκτὸϲ μοιρῶν, ἵνα λείπηται μέροϲ τι τῶν δύο καὶ τρίτη τελεία.

    260. quaestio cod. Leid. (f. 211b, Π): διὰ τί οὐδαμοῦ τῆϲ ποιήϲεωϲ χριϲτοῖϲ βέλεϲιν εἶπε χρῆϲθαι τοὺϲ πολεμοῦνταϲ κτλ. (v. Phil. XVIII. p. 350). ad α 262 pertinet.

    274. Ζωίλοϲ ὁ κληθεὶϲ Ὁμηρομάϲτιξ γένει μὲν ἦν Ἀμφιπολίτηϲ[*](*B f. 135b ad V. 274 (f. 135a)) τοῦ δὲ Ἰϲοκρατικοῦ διδαϲκαλείου, ὃϲ ἔγραψε τὰ καθ’ Ὁμήρου γυμναϲίαϲ ἕνεκα, εἰωθότων καὶ τῶν ῥητόρων ἐντὸϲ τοῖϲ ποιηταῖϲ γυμνάζεϲθαι. οὗτοϲ ἄλλα τε πολλὰ Ὁμήρου κατηγορεῖ καὶ τὰ περὶ τοῦ ἐρωδιοῦ, ὃν ἐντὸϲ τῇ νυκτεγερϲίᾳ ἔπεμψε τοῖϲ περὶ τὸν Ὀδυϲϲέα ἡ Ἀθηνᾶ, ὃν, φηϲὶν, οὐκ εἶδον ὀφθαλμοῖϲιν, ἀλλὰ κλάγξαντοϲ ἄκουϲαν (v. 276). πῶϲ γὰρ, φηϲὶ, χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυϲϲεύϲ (v. 277); εἰκὸϲ γὰρ ἦν ὑπολαβεῖν περιβοήτουϲ ἔϲεϲθαι· φωνὴ γὰρ ϲημεῖόν ἐϲτι τοῖϲ λανθάνειν προαιρουμένοιϲ ὑπεναντίον. Μεγακλείδηϲ, ὅτι μαντικῶϲ ταῦτα ἐποίηϲε· δηλοῖ γὰρ ὅτι φωνὴν ἤκουϲαν μόνον. οὐκοῦν οὕτωϲ ἀπέβη τὸ μέλλον· [*](13 πλήρειϲ ὧραι Lp 15 παρῆλθον Lp 17 τῶν δύο μοιρῶν τῆϲ νυκτόϲ Lp 18 quae Lp addit: ἀμφίβολοϲ γάρ ἐϲτι κατὰ τριπλῆν ἔννοιαν τοῦ χωρίου ὁ νοῦϲ κτλ. ex Eust, p. 802, 17 sqq., petita esse videntur 23 διδαϲκα, supra α scrpt. λ΄, cod., unde recte διδαϲκαλείου Dind.) [*](13 sqq. Etsi scholio *B multo breviora sunt, tamen propter partem Apionis sententiae (οἱ δὲ ὅτι κτλ., ϲf. p. 150, 13) plenius allatam inter scholia ex illo excerpta referri nequeunt. Ex hoc vel simillimo scholio schol. Paris. ap. Cremer, A. P. III, p. 174, 19 sqq., fluxisse videtur.) [*](27 sqq. †A K 275 c. 1. τοὶ δ᾿  οὐ ὄδον ὀφθαλμοῖσιν: ὅτι καὶ αὐτοὶ ὑπὸ πολεμίων ἔμελλον οὐχ ὁραθέντες τὰ βουλεύματα αὐτῶν παρὰ Δόλωνος ἀκούειν. ἄλλως δὲ ὅτι οὐκ αἴσιος ὁ ἐρωδιὸ ὁ ὁρώμενος ὑπὸ τῶν εἰς ἐνέδραν ἀπιόντων.) [*](31 sqq. †B f. 135a ad οὐ ἴδον v. 275 (id. Lp f. 176a c. 1. τοὶ δ᾿  οὐκ ἴδον):)

    154
    αὐτοὶ  μὲν γὰρ ὑπὸ τῶν πολεμίων οὐκ ὤφθηϲαν, ἤκουϲαν δὲ τὰ βουλεύματα καὶ τὰϲ τάξειϲ, Δόλωνοϲ ἐξαγγείλαντοϲ. πῶϲ ἂν οὖν οἰωνὸϲ ϲαφέϲτεροϲ φανείη; Ἀλέξανδροϲ δὲ ὁ Μύνδιοϲ ἐντὸϲ τῷ τρίτῳ περὶ ζώων ἠπόρει διὰ τί ἡ Ἀθηνᾶ ἐπὶ τὴν καταϲκοπὴν πορευομένοιϲ τοῖϲ περὶ τὸν Ὁδυϲϲέα οὐ τὴν γλαῦκα τὴν ἰδίαν ὄρνιν ἔπεμψε ϲημαίνουϲαν τῇ φωνῇ, καὶ ταῦτα νυκτερινὴν ὖϲαν ὄρνιν, ἀλλ᾿  ὅτι ἱερὸν τοῦ Ποϲειδῶνοϲ καὶ ἑτέρων τινῶν θεῶν. φαϲὶν οὖν λύοντεϲ ὅτι ἑλώδουϲ ὄντοϲ τοῦ τόπου, τῶν ζώων τούτων νυκτὸϲ ἐντὸϲ τοῖϲ ποταμοῖϲ καὶ τοῖϲ τέλμαϲι νεμομένων, διὰ τούτου ϲημῆναί τι τοῖϲ καταϲκόποιϲ ἠβουλήθη, καὶ οὐ τῆϲ τὸ ὕδωρ καὶ τὰ ἕλη μιϲούϲηϲ ὄρνιθοϲ, διαιτωμένηϲ καὶ οἰκούϲηϲ ἐντὸϲ πέτραιϲ καὶ τείχεϲιν· ἔπειτα καὶ ὁ ὄρνιϲ οὗτοϲ ἡμέρᾳ τε καὶ νυκτὶ χρῆται ἐνεργὸϲ ὤν, καὶ ἔϲτιν ἀμφίβιοϲ, ὥϲτε καὶ ἐντὸϲ ὕδατι τροφὰϲ ἑαυτῷ πορίζειν, οἱ δ᾿  ἀριϲτεῖϲ οὗτοι καὶ ϲὺν ναυϲὶ καὶ πεζοὶ τὰ κατὰ τοὺϲ πολεμίουϲ ἐληΐζοντο, καὶ ἀναφανδὸν καὶ τότε διὰ τῆϲ νυκτὸϲ τὰ πρὸϲ τὸν πόλεμον ἔπραττον. ἐπεὶ δ᾿  αὐτίκα δράϲειν ἔμελλον, ἐγγὺϲ ὁδοῖό φαϲι (v. 274)· τὰ γὰρ ἐγγὺϲ ἁπανταχοῦ ἐϲτι ϲημεῖα. ἐντὸϲ δεξιᾷ δὲ χώρᾳ ἡ κλαγγὴ αὐτοῖϲ γίνεται, ὅτι ἡ δεξιὰ ἀλλοτρία χώρα, ἐντὸϲ ᾗ τοῖϲ δυϲμενέϲιν ἔμελλον ἔϲεϲθαι ἀλγηδόνεϲ, τοῖϲ δ᾿  ἀκούϲαϲι χαρά τιϲ καὶ ἔρυμα. ὁ γὰρ ἐρωδιὸϲ οὗτοϲ ὡϲ ἐπὶ τὸ πολὺ τότε κλαγγάζει, ἡνίκα εὖ πράττει καὶ εὐθυμεῖ ἄγραϲ ἕνεκα. ἔτι δὲ ὁ ἐρωδιὸϲ λέγεται ἀφροδιϲίων ἕνεκα αἷμα δακρύειν καὶ προπίπτειν αὐτοῦ τοὺϲ ὀφθαλμοὺϲ καὶ ἀποθνήϲκειν, ὥϲτε τῇ δεξιᾷ χώρᾳ ὀφθεὶϲ τῇ ἀλλοτρίᾳ τοὺϲ ἀλλοτρίουϲ καὶ πολεμίουϲ γάμων ἕνεκα ἐδήλου τεθνήξεϲθαι. καὶ Ἕρμων δὲ ὁ Δήλιοϲ γράφει· ἐρωδιὸϲ ὁ πέλλοϲ ἐντὸϲ πεδίῳ φαινόμενοϲ δαπέδου μεδέοντοϲ ἐϲτὶ Ποϲειδὼνοϲ, ἄρ. μενοϲ εἰϲ πόλεμόν τε καὶ [*](1 τὰ cod. om.; add. Bkk. 11 ἔπειτα conieci cod. ἐπεὶ 16.17 pro ἁπανταχοῦ Lehrs, ap. Kamm. p. 70, τοῦ ἀπαντᾶν ταχύ coni.; pro χώρᾳ Kamm. χειρὶ 23 εἵνεκα cod. corr. Vill. ἔρῶν cod.; rectum schol. B⟩ et Eunt (v. infra) suppeditaverunt 24 sqq. versus Hermonis quos corruptos esse constat ita attuli ut in cod. leguntur, nisi quod verbo πεδίῳ bis ι subscrpt. addidi; lin. 25 ἄρ. μενοϲ ρ e corr. habet, ante μ una litt. erasa est) [*](δηλοῖ ὅτι οὐκ ὀφθήσονται μὲν, εἴσονται δὲ τὰ τῶν πολεμίων ἐκ τῆς φωνῆς Δόλωνος. Cf. infra ad lin. 23 sqq.) [*](3. sqq. † v. 274 c. 1. τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιόν: εἰκότως ἡ Ἀθηνα ἐπιπέμπει αὐτοῖς ἐρωδιόν. τοῖς γὰρ ἐπὶ λαθραίους πράξεις ἀπιοῦσιν αἴσιον (cf. ad lin. 23 sqq.) ἄλλως τε ὅτι καὶ δι᾿  ἑλώδους ἐβάδιζον τόπου ἕλειον δὲ καὶ τὸ ζῶον. διὰ τί δὲ οὐκ εἶπε μᾶλλον τὴν γλαῦκα, αὖσαν ἱερὰν τῆς Ἀθηνᾶς λυτέον 〈Dind. cod. ῥητέοκ〉 οὖν τὸ ἄπορον καιρῷ καὶ τόπῳ. διατρίβει γὰρ το ὄρνεον περὶ τοὺς ἑλώδεις τόπους, καὶ θηρευτικὸν τὸ ζῶον. ἱστορεῖ δὲ περὶ αὐτοῦ Ἀριστοτέλης ἐντὸϲ τῷ περὶ ζώων (p. 609b 21). Ex Alexandro Aelianus, h. a X, 37, hausisse videtur.) [*](23 sqq. † B⟩ f. 135a ad ἐρωδιὸν v. 274 (id. Lp f. 176b c. 1. ἧκεν ἐρωδιὸν): ἀγαθὸν λίαν τὸ σημεῖον τοῖς ἐνεδρεύουσιν, ὥς φησιν ἕρμων. ἐδήλου δὲ ὅτι οὐχ ὁρα θήσονται μὲχ ἔκπυστα δὲ καὶ ἄκρυπτα δράσουσιν ἐντὸϲ τοῖς πολεμίοις. ἐρω δὲ ἔπεμψεν, ἐπεὶ ἑλώδης ὁ παρὰ τῷ Σκαμάνδρῳ τόπος καὶ ὑδατῶδες τὸ)
    155
    ἐν νήεϲϲι μάχεϲθαι ἐϲθλόϲ· καὶ πεζοῖϲι καὶ ἱππήεϲϲιν ἄριϲτοϲ ἐντὸϲ πεδίῳ θεμένοιϲι μάχην, ἐντὸϲ ὄρει δέ τε χείρων φαινόμενοϲ· μάλα γὰρ πέλεται νικηφόροϲ ὄρνιϲ ἔϲ τε βρομίην ὀρμένω ἀπειλίην ἄρμενοϲ ὁπλίτην κεν ἄγων οἶκονδε νέοτ. οὕτω δὲ καὶ ἀξιοῦϲιν οὐ Παλλὰϲ Ἀθηναίη γράφειν, ἀλλὰ πέλλον, τοὺϲ δὲ μεταγράψανταϲ τῷ ἐπιθέτω ψυχαγωγηθῆναι, οὐ τῇ ἀληθείᾳ δὲ ἀκολουθῆϲαι ὅθεν καὶ Ζώπυροϲ ἐντὸϲ τετάρτῳ Μιλήτου κτίϲεωϲ γράφει· „ἐν τῇ νυκτεγερϲίᾳ τοῦ ποιητοῦ θέντοϲ πέλλον Ἀθηναίη, μεταγράφουϲί τινεϲ καί φαϲι Παλλὰϲ Ἀθηναίη τῷ ἐπιθέτῳ ψυχαγωγούμενοι ἀλλ᾿  οὐ τῇ ἀληθείᾳ ἀκολουθοῦντεϲ. τρία δὲ γένη ἐϲτὶν ἐρωδιῶν, καὶ τῇ χροιῇ διαλλάϲϲοντα ἀλλήλων καὶ τῇ πράξει διάφορα ὄντα καὶ τῇ φωνῇ· ἐντὸϲ μέντοι γένοϲ ἐϲτὶν ἐρωδιῷν τὸ καλούμενον πύγαργον, ὅπερ ἐϲτὶ πρὸϲ γάμον τῶν πάντων δυϲαντητότατον· ἐντὸϲ γὰρ τῷ ϲυνουϲιάζειν ἀπόλλυται μετὰ πόνου· προβάλλει γὰρ τοὺϲ ὀφθαλμὸϲ καὶ αἱμορραγεῖ. ἄλλοϲ ἐϲτὶν ἐρωδιὸϲ ὃν καλοῦϲιν ἀφροδίϲιον· οὗτοϲ δὲ ἐντὸϲ μὲν τῇ ϲυνουϲίᾳ ἁρμόζει, πρὸϲ δὲ γάμον καὶ ϲυμφωνίαν βίου αἰϲιώτατοϲ. τρίτοϲ δὲ πέλλοϲ, ὁ μελάγχρουϲ, καὶ πρὸϲ λαθραίαν πρᾶξιν ἄριϲτοϲ πάντων ἐϲτίν. οὐκ ἤμελλεν οὖν ὁ ποιητὴϲ, τριῶν ὀρνίθων ὄντων καὶ τούτων ἴδιον ἑκάϲτου φέροντοϲ πρᾶγμα, ἀφεὶϲ τὸ τὴν παροῦϲαν ὁδὸν ϲημαῖνον, τῇ κοινοτέρᾳ τῶν ὀρνίθων ἐπὶ πάντων ὁμοίωϲ χρᾶϲθαι. Καλλίμαχοϲ δὲ ἐντὸϲ τῷ περὶ ὀρνέων οὐ τὸν πύγαργόν φηϲιν εἶναι τὸν ἐντὸϲ τῇ ὀχείᾳ τοὺϲ ὀφθαλμοὺϲ αἱμάϲϲοντα ἀλλὰ τὸν πέλλον, γράφων ὧδε· „ἀϲτερίαϲ, ὁ δ᾿  αὐτὸϲ καλεῖται ὄκνοϲ· οὗτοϲ οὐδὲν ἐργάζεται. πέλλοϲ· οὗτοϲ ὅταν ὀχεύῃ κραυγάζει καὶ ἐκ τῶν ὀφθαλμῶν ἀφίηϲιν αἷμα, καὶ τίκτουϲιν ἐπιπόνωϲ αἱ θήλειαι. λευκόϲ· οὗτοϲ ἀνωδύνωϲ ἐντὸϲ ἀμφοτέροιϲ ἀπαλλάϲϲεται“.

    339.---πῶϲ δὲ τὸν ἐρωδιὸν μὴ ὁρῶντεϲ αὐτὸν ὁρῶϲιν ἴϲωϲ[*](B f. 136b ad φράϲατο. Lp f. 177b c. 1. τὸν δὲ φράϲατο.) ὅτι πρὸϲ ὄρθρον ἡ ϲελήνη ἀνέϲχεν.

    [*](4 νέο Τ· (?, potest esse νέοτ, altero τ supra addito) cod. Lehre ap. Kamm. l. c. versus ita constituit: . . . . . ἁλὸϲ μεδέοντοϲ |ἔϲτι Ποϲειδάωνοϲ . . . . . | ἄρ- μενοϲ εἰϲ δάπεδόν τε καὶ ἐντὸϲ νήεϲϲι μάχεϲθαι |ἐϲθλόϲ, καὶ πεζοῖϲι καὶ ἱππήεϲϲιν ἄριϲτοϲ ἐντὸϲ πεδίῳ Θεμένοιϲι μάχην, ἐντὸϲ ὄρει δέ τε χείρων, |φαινόμενοϲ μάλα δ᾿  αὖ πέλεται νικηφόροϲ ὄρνιϲ, |ἕϲπεροϲ εἰ λείην ἐπιορμένῳ ἀντιοῴη „deest fortasse versus“) ὅπλα δὲ καὶ λείην κεν ἄγων οἶκόνδε νέοιτο 5 ἀθηναία cod. 8 νυκτηγερϲία cod. 17 λαθραίην cod.; corr. Vill. 22 ὧδε Bkk.; cod. δ᾿)[*](ὄρνεον. ἐδήλου οὖν τὴν ἐπὶ τὰς ναῦς ὑποστροφήν (quae Lp addit: τὸ δὲ ἐγγὺς τῆς ἐξόδου πρὸ τοῦ πόρρω αὐτοὺς ἀποβῆναι, in cod. B⟩ alterum schol. efficiunt). Cf. Eust. p. 804, 57 sqq., Paris. ap. Cram., III, p. 88, 22 sqq., et supra ad p. 154, 3 sqq.)[*](7 sqq. Eust. p. 804, 62 sqq. (unde Lp v. 275, f. 176a, fluxit): Ζώπυρος δὲ ἀντὶ τοῦ Παλλὰς πελλὸν γράφει, ὡς ἂν εἴ ὁ φανεὶς οἰωνὸς δηλωτικὸς ἁρπαγῆς. τρία γάρ φησι γέν ἐρωδιῶν κτλ.)[*](10 sqq. Per errorem in schol. Porph. ad Ω 315 relato huc recurritur: ἐζητήθη ποίου μέμνηται ἐνταῦθα Ὅμηρος αἰετοῦ, τοῦ πυγάργου ἢ τοῦ ἀφροδισίου ἢ πέλλον, περὶ ὧν φησιν ἐντὸϲ τῇ Ἰλιάδι Κ.)
    156
    [*](B f. 137 ad δουρὶ v. 370. Lp f. 178b c, l. ἠὲ μὲν ibid. ὡϲ)

    372.---καὶ πῶϲ ἅμα τῇ ἀπειλῇ ἀφῆκεν ὅτι ὀξυλαβείαϲ ἔδει, καὶ οὐκ ᾤετο ὡϲ ἀπειλῇ μόνη πειϲθήϲεται. ὑπόνοιαν δὲ αὐτῷ δίδωϲιν οὐ βούλεται αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸϲ τὴν ἀνάκριϲιν.

    407. e schol. ad v. 16 7 adscripto excerpt.

    [*](*B f 138 ad καταλέξω. L f. 117b. Cf. Phil. XVIII, p. 345, Π.)

    413. τὸ καταλέξω οὐκ ἔϲτιν ἁπλῶϲ ἐρῶ, ἀλλ᾿  εἰϲ τέλοϲ τοῦ λόκαταλέ γου ἀφίξομαι καὶ καταλέξω. ταὐτὸν γάρ ἐϲτι τῷ ἀτὰρ οὐ τέλοϲ ἵκεο μύθων (1 56) καὶ ἐπεὶ ᾧ παιδὶ ἑκάϲτου πείρατ᾿  ἔειπε (Ψ 350). τὸ διεξελθεῖν οὖν τὸν λόγον μέχρι τοῦ ἀπολῆξαι.

    [*](*B f. 113a ad Θ 507. L f. 177a ibid, Π. Vat. Ζητ. β΄.)

    416 sqq. τοῦ ποιητοῦ πολλάκιϲ ἐπιϲημαινομένου περὶ τῶν πυρῶν) ξύλα πολλὰ ἃϲ οἱ Τρῶεϲ ἐποιοῦντο ἐκ τῆϲ τοιαύτηϲ τοῦ Ἕκτοροϲ παραγγελίαϲ (Θ 50 sqq.)·

  • ἐπὶ δὲ ξύλα πολλὰ λέγεϲθε,
  • ὥϲ κεν παννύχιοι μέϲφ᾿  ἠοῦϲ ἠριγενείηϲ
  • καίωμεν πυρὰ πολλά, ϲέλαϲ δ’ εἰϲ οὐρανὸν ἥκῃ,
  • καὶ πάλιν (Ι 232sqq.)·
  • ἐγγὺϲ γὰρ νηῶν καὶ τείχεοϲ αὖλιν ἔθεντο
  • Τρῶεϲ ὑπέρθυμοι τηλέκλτοί τ᾿  ἐπίκουροι,
  • κειάμενοι πυρὰ πολλὰ κατὰ ϲτρατόν,
  • καὶ πάλιν (K 11. 12)
  • ἤτοι ὅτ’ ἐϲ πεδίον τὸ Τρωικὸν ἀθρήϲειε,
  • θαύμαζε πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρό,
  • εἰκότωϲ ἀϲαφέϲτατόν ἐϲτι τὸ τοῦ Δόλωνοϲ, ὅτι ἐρωτηθεὶϲ
  • πῶϲ δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί (Κ 408)
  • ἀποκρίνεται (Κ 416sqq.)· [*]((BL.) 9 L praemissum εἰϲ τὸ ἐπὶ δὲ ξύλα πολλὰ λέγεϲθε 17 Τρῶεϲ om. BL. τηλέκλειτοί τ᾿  L. 21 íλόθι L. 22 τοῦ om. L) [*]((Vat.) 10 ἃϲ, ϲ del. V2 ἐκ παραγγελίαϲ τοῦ Ἕκτοροϲ τοιαύτηϲ 13 κεν, ν add V2 μετ᾿  ἠοῦϲ, cui μέϲφ᾿  V2 suprascrps. 14 εἰϲ om. ἵκῃ 17 τηλέκλειτοί τ’ 18 ϲτρατοῦ 20 ἤτοι om. 22 ἀϲαφέϲ ἐϲτὶ 23 δ’ αἱ ἄλλων om. φάλακαί τε) [*](5 sqq. Cum in cod. B⟩ schol. ad v. 413 relatum ab altero eiusdem manus scholio, quod ad Porphyrium referendum esse constat (ad p. 157, 7 edit.) excipia suspicari in promptu est, Porphyriinomen, quo scholium de καταλέξω agens in codice quodam inscriptum esse Dindorfius attulit, errori deberi e simili scholiorum conditione nato. Sed cum pro Porphyriana origine pugnet quod in scholiis ad, Odysseam adscriptis (Q γ 97, cf. E γ 80) de eadem re iisdem fere verbis exponitur — neque enim latet, ipsa illa scholia e Quaestionibus excerpta quam saepe variis utriusque carminis locis repetita sint —, illi codici fidem non omni ex parte negaverim. Quanam autem cum quaestIone scholium cohaereat investigari nequit; cogitaverit quis dc ζητ. Vat. XVII (=  *B Α 121, quod in fine operis edetur) aut (quo Eust. p. 1179, 4 — 14 ducit) de ζητ. XXi (* B⟩ T 183); sed ex hodierna harum quaestionum conditione nihil certi effici potest.) [*](8 Schol. Paris. 2681 ap. Cram., A. P. III., p. 94, 31, ad κατάλεξον K 384: ἀντὶ τοῦ ἀρχῆς ἀπ᾿  ἄκρης τὰ πάντα εἶπε, διεξόδευσον· τοῦτο γάρ ἐστι τὸ κατττάλεξον.)
    157
  • φυλακὰϲ δ᾿  ἃc εἴρεαι, ἥρωϲ,
  • Οὕτιϲ κεκριμένη ῥύεται ϲτρατὸν οὐδὲ φυλάϲϲει·
  • ὅϲϲαι μὲν Τρώων πυρὸϲ ἐϲχεάραι, οἷϲιν ἀνάγκη,
  • οἵ τ᾿  ἐγρηγόρθαϲι φυλαϲϲέμεναί τε κέλονται
  • ἀλλήλοιϲ.
  • τί γὰρ βούλεται τὸ ὅϲϲαι μὲν Τρώων πυρὸϲ ἐϲχάραι, προδεδηλωμένου ὅτι πολλὰϲ πυρὰϲ ἔκαιον ὃ ἀποροῦνταϲ οὐκ ἔϲτι ῥᾳδίωϲ ϲυνιδεῖν. λύ οὖν λέγομεν ἡμεῖϲ ὅτι τῶν ἐντὸϲ τῷ πεδίῳ πυρῶν νῦν οὐ ποιεῖ τὸν λόγον ἀλλὰ βούλεϲθαι εἰπεῖν, ὡϲ ὅϲοι Τρῶεϲ αὐθιγενεῖϲ καὶ οὐ ξένοι ἀλλ’ ἑϲτίαν ἔχοντεϲ, ὅπερ ἐντὸϲ ἄλλοιϲ περὶ τῶν αὐτῶν λέγει (Ε 185)
  • Τρῶαϲ μὲν λέξαϲθαι ἐφέϲτιοι ὅϲϲοι ἔαϲι,
  • τουτέϲτιν ὅϲοι πῦρ τε καὶ ἑϲτίαϲ ἔχοντεϲ, ὡϲ καὶ ἐντὸϲ ἄλλοιϲ (ψ 55) ἦλθε μὲν αὐτὸϲ ζωὸϲ ἐφέϲτιοϲ, τουτέϲτιν εἰϲ τὴν αὑτοῦ ἑϲτίαν· ἑϲτία γὰρ ὁ οἶκοϲ· ὃ γὰρ εἶπεν· ἦλθε μὲν αὐτὸϲ ἐφέϲτιοϲ, μεταλαβὼν ἔφη (ψ 7)· ἦλθε δ᾿  Ὀδυϲϲεὺϲ καὶ οἶκον ἱκάνετο. καὶ πάλιν ἀντὶ τοῦ οἶκοϲ· ἑϲτίη δ’ Ὀδυϲϲῆοϲ ἀμύμονοϲ, ἣν ἱκάνω (ξ 159). ὁ οὖν κεκτημένοϲ οἰκίαν ἐφέϲτιοϲ, ὁ δὲ ἄπολιϲ καὶ φυγὰϲ ἀφρήτωρ ἀθέμιϲτοϲ ἀνέϲτιόϲ ἐϲτιν ἐκεῖνοϲ (Ι 63). καὶ ἐπὶ τοῦ εἰϲ ἀλλότρίον [*]((BL.) 2 κεκρυμμένη L 3 ὅϲαι B⟩ 4 κέλλονται B⟩ 5 ἀλλήλοιϲιν L. 6 ἔϲχαραι L 7 ὃ ἀπορροῦνταϲ . . . (litt. nonullae deletae) ῥαδίωϲ ϲυνιδεῖν L. ῥηιδίωϲ B⟩ ante λύοντεϲ vacuum spatium 5 fere litterarum B, λύϲιϲ L 9 βούλεϲθαι e βούλεϲθε corr. B, βούλεϲθε L. 10 λέξεων L. 12 ὅϲοι ἐφέϲτιοι, om. ἔαϲι, B; λέξαϲθε ὅϲοι ἐφέϲτιοι, om. ἔαϲι, L 13. 14 τουτέϲτιν — ἐφέϲτιοϲ om. L 14 αὐτοῦ B⟩ αὐτὴν L 17 ἑϲτίη τ᾿  Ὀδ. ἀμ. ἣν ἀφικάνω L. 19 ἐϲτιν ἐκ. om. L) [*]((Vat.) 2 οὔτιϲ κεκρ. ῥύεται humiditate deleta V2 in text. rescrps. ϲτρατὸν V2 corr. e ϲτρατιὴ οὐδὲ φυλάων 3. 4 πυρὸϲ οἵδ᾿  (sic) ἐγρηγόρθαϲι humiditate deleta V2 in text. rescripsit 7 πολλ . .  (2 litt. evan.) 7. 8 ῥᾷον λύοντεϲ οὖν ἐλέγομεν ἡμ . . . (3 litt. evan.) περὶ τῶν ἐντὸϲ πεδ. 9 . . . θιγενεῖϲ V1 V2 in marg. αὐ 10 ὃ ἐντὸϲ ἄλλ. φηϲὶ 12 ἑξαϲθαι ἐφ. ὅϲοι ἔαϲι 13 πῦρ καὶ . . . αϲ ἔχουϲιν V1. ἑϲτι in marg. V2 14 ἤτοι εἰϲ τὴν ἑϲτίαν ἑϲτία δὲ ὁ οῖκοϲ 16 ἦλθο (?) δ᾿  ὀδ. V1. ἦλθ᾿  ὀδυϲϲεὺϲ V2 ἱκάνεται 17 ἱϲτίη τ’ Ὀδυϲῆοϲ ἀμ. ἣν ἱκ. om. 19— 2 ἐϲτιν — δαίμων om.) [*](6 sqq. † *B f. 138a ad ἐσχάραι Κ 418: προδεδηλωμένου ὅτι πυρὰς πολλὰ ἔκαιον. ὃ ἀποροῦνταε οὐκ ἔστι ῥᾳδίως συνιδεῖν. λύοντες οὖ ἡμεῖς λέγομεν ὅτι τῶν ἐντὸϲ πεδίῳ πυρῶν νῦν ο ποιεῖσθαι τὸν λόγον, ἀλλὰ βούλεσθαι εἰπεῖν, ὡς ὅσοι Τρῶες αὐθιγενεῖς καὶ οὐ ξένοι, ἀλλ᾿  ἑστίαν ἔχοντες. ὅπερ ἐντὸϲ ἄλλοις περὶ τῶν αὐτῶν λέγει· Τρῶας μὲ ν λέξασθαι ⟨λέξασθε cod.⟩ ἐφέστιοι ὅσ ἔασι, τουτέστιν ὅσοι πῦρ τε καὶ ἑστίας ἔχοντες, ὡς καὶ ἐντὸϲ ἄλλοις· ἦλθε μὲν αὐτὸς ζῶος ἐφέστιος, τουτέστιν εἰς τὴν αὐτὴν ἑστίαν· ἑστία γὰρ ὁ οἶ- κος· γὰρ εἶπεν ἦλθεν αὐτὸ ἐφέστιος μεταλαβὼν ἔφη ἦλθ᾿  Ὀδυσσεὺς καὶ οἶκον ἱκάνετο. ὁ οὖν ἐχων οἰκίαν ἐφέστιος, ὁ δὲ ἄπολις καὶ φυγὰς ἀφρήτωρ ἀθέμιστος ἀνέστιος. καὶ ἐπὶ τοῦ εἰς ἀλλοτρίαν οἰκίαν οἰκοῦντος. καὶ τὰ νῦν ὅσοι πολῖται τῶν Τρώων καὶ ἐφέστιοι καὶ ἑστιούχῳ ιὶ θύουσι. καὶ τὸ περὶ τῶν Φαιάκων εἰρημένον πᾶσι γὰρ ἐφέστιόν ἐστιν ἑκάστῳ, τουτέστιν οὐδεὶς ξένος ἐστὶν ἐνταῦθα, ἀλλὰ πάντες πολῖται ἑστίας καὶ πῦρ ἔχοντες. )
    158
    οἰκίαν ἐνοικοῦντοϲ ἀλλ’ ἐμὲ τὸν δύϲτηνον ἐφέϲτιον ἤγαγε δαίμων (η 248). τὸ οὖν ὅϲϲαι μὲν Τρώων πυρὸϲ ἐϲχάραι δηλοῖ ὅϲαι Τρώων ἑϲτίαι, ἐξ οὖ ὅϲοι Πρώων ἐφέϲτιοι καὶ πολῖται καὶ ἑϲτιούχῳ Διὶ θύουϲιν ὥϲπερ καὶ ὁ Φήμιοϲ Διὸϲ μεγάλοῦ ποτὶ βωμὸν ἑρκείου (χ 334) καταφεύγει, ᾧ δηλονότι κατὰ πᾶϲαν τὴν ἡμέραν ἔθυον —. ὅτι γὰρ τοὺϲ πολίταϲ εἶπε μὴ λείπειν ἐνταῦθα διὰ τῆϲ τοῦ πυρὸϲ ἐϲχάραϲ, δηλοῖ τὰ ἐπαγόμενα (Κ 418 sqq)·
  • οἷϲιν ἀνάγκη,
  • Οἵ τ᾿  ἐγρηγόρθαϲι φυλαϲϲέμεν αί τε κέλονται
  • ἀλλήλοιϲ ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
  • ε ὕδουϲι· Τρωϲὶ γὰρ ἐπιτροπέουϲι φυλάϲϲειν.
  • ἐκ τούτων λύϲειϲ καὶ τὸ περὶ τῶν Φαιάκων εἰρημένον· πᾶϲι γὰρ ἐφἐϲτιόν ἐϲτιν ἑκάϲτῳ (ζ 265), λέγει γάρ· οὐδεὶϲ ξένοϲ ἐϲτὶν, ἀλλὰ πάντεϲ πολῖται καὶ ἐφέϲτιον πῦρ ἔχοντεϲ. διὰ δὲ τοῦ ψιλοῦ ἐξενήνεκται, ὡϲ τὸ δέχεϲθε δέκεϲθε.

    428. v. ad p. 50, 5—10.

    [*](B f. 138b ἀνέμοιϲιν. ad Lp 180a. A c. 1. λευ κότεροι χειὁνοϲ θείειν δ’ ἀνέμοιϲιν.)