De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

οἱ γὰρ δὴ πρὸς τὰ ἐκ τῶν ἐθνῶν ἡμῖν παρα- τεθέντα νόμιμα ἀντιπαράγοντες Νομάδας ἢ Τρωγλο- δύτας ἢ Ἰχθυοφάγους ἀγνοοῦσιν ὡς διʼ ἀνάγκην, τῆς χώρας ἀκάρπου οὔσης ἐπὶ τοσοῦτον ὡς μηδὲ βοτάνας φέρειν, θῖνας δὲ μόνον καὶ ψάμμον, ἐπὶ τοῦτο περι- έστησαν τῆς τροφῆς τὸ ἀναγκαῖον. τεκμηριοῖ δὲ τὸ τῆς ἀνάγκης τὸ μηδὲ τῷ πυρὶ χρἦσθαι δύνασθαι ἀπο- ρίᾳ καυσίμου ὕλης, ἐπὶ δὲ τῶν πετρῶν ἀφαυαίνειν ἢ τῆς θινὸς τοὺς ἰχθῦς. καὶ οὗτοι μὲν διʼ ἀνάγκην. τινὰ δὲ τῶν ἐθνῶν ἐξηγρίωται καὶ ἔστι φύσει θη- ριώδη, ἐξ ὧν οὐ προσήκει τοὺς εὐγνώμονας τῆς ἀν- θρωπίνης καταψεύδεσθαι φύσεως· ἐπεὶ οὕτω γε ἀμ- φισβητήσιμον ἔσται οὐ μόνον τὸ τῆς ζῳοφαγίας, ἀλλὰ καὶ τὸ τῆς ἀνθρωποφαγίας καὶ τῆς ἄλλης ἡμερότητος. ἱστοροῦνται γοῦν Μασσαγέται καὶ Δέρβικες ἀθλιω- τάτους ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευ- τήσαντας. διʼ ὃ καὶ φθάσαντες καταθύουσιν καὶ ἑστιῶνται τῶν φιλτάτων τοὺς γεγηρακότας. Γιβαρη- νοὶ δὲ ζῶντας κατακρημνίζουσι τοὺς ἐγγυτάτω γέρον- τας· Ὑρκάνιοι δὲ καὶ Κάσπιοι οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παραβάλλουσι ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύ-

188
θαι δὲ συγκατορύττουσι ζῶντας καὶ ἐπισφάττουσι ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· καὶ Βάκτριοι μέντοι κυσὶ παραβάλλουσι ζῶντας τοὺς γε- γηρακότας. καὶ τοῦτʼ ἐπιχειρήσας καταλῦσαι Στασά- νωρ ὁ Ἀλεξάνδρου ὕπαρχος μικροῦ τὴν ἀρχὴν ἀπέ- βαλεν. ἀλλʼ ὥσπερ οὐ διὰ τούτους τὴν πρὸς τοὺς ἀνθρώπους ἡμερότητα κατελύσαμεν, οὕτως οὐδὲ τὰ διʼ ἀνάγκην σαρκοφαγοῦντα ἔθνη μιμησόμεθα, τὰ δὲ εὐσεβῆ καὶ θεοῖς μᾶλλον ἀνακείμενα. τὸ γὰρ κακῶς ζῆν καὶ μὴ φρονίμως καὶ σωφρόνως καὶ ὁσίως Δημο- κράτης ἔλεγεν οὐ κακῶς ζῆν εἶναι, ἀλλὰ πολὺν χρό- νον ἀποθνήσκειν.

λοιπὸν δὲ καὶ κατὰ ἄνδρα ὀλίγας μαρτυρίας τῆς ἀποχῆς παραφέρωμεν· ἕν γὰρ καὶ τοῦτʼ ἦν τῶν ἐγκλημάτων. τῶν τοίνυν Ἀθήνησι νο- μοθετῶν Τριπτόλεμον παλαιότατον παρειλήφαμεν· περὶ οὐ Ἕρμιππος ἐν δευτέρῳ περὶ τῶν νομοθετῶν γράφει ταῦτα· φασὶ δὲ καὶ Τριπτόλεμον Ἀθηναίοις νομοθετῆσαι, καὶ τῶν νόμων αὐτοῦ τρεῖς ἔτι Ξενο- κράτης ὁ φιλόσοφος λέγει διαμένειν Ἐλευσῖνι τούσδε· γονεῖς τιμᾶν, θεοὺς καρποῖς ἀγάλλειν, ζῷα μὴ σί- νεσθαι. τοὺς μὲν οὖν δύο καλῶς παραδοθῆναι· δεῖ γὰρ τοὺς μὲν γονεῖς εὐεργέτας ἡμῶν γεγενημένους ἀντευποιεῖν ἐφʼ ὅσον ἐνδέχεται, τοῖς θεοῖς δὲ ἀφʼ ὧν ἔδωκαν ἡμῖν ὠφελίμων εἰς τὸν βίον ἀπαρχὰς ποι- εῖσθαι· περὶ δὲ τοῦ τρίτου διαπορεῖ, τί ποτε διανοη- θεὶς ὁ Τριπτόλεμος παρήγγειλεν ἀπέχεσθαι τῶν ζῴων πότερον γάρ, φησίν, ὅλως οἰόμενος εἶναι δεινὸν τὸ ὁμογενὲς κτείνειν ἢ συνιδὼν ὅτι συνέβαινεν ὑπὸ τῶν ἀνθρώπων τὰ χρησιμώτατα τῶν ζῴων εἰς τροφὴν ἀναιρεῖσθαι; βουλόμενον οὖν ἥμερον ποιῆσαι τὸν βίον πειραθῆναι καὶ τὰ συνανθρωπεύοντα καὶ μά- λιστα τῶν ζῴων ἥμερα διασώζειν. εἰ μὴ ἄρα διὰ τὸ

189
προστάξαι τοῖς καρποῖς τοὺς θεοὺς τιμᾶν ὑπολαβὼν μᾶλλον ἄν διαμεῖναι τὴν τιμὴν ταύτην, εἰ μὴ γί- γνοιντο τοῖς θεοῖς διὰ τῶν ζῴων θυσίαι. πολλὰς δὲ αἰτίας τοῦ Ξενοκράτους καὶ ἄλλας οὐ πάνυ ἀκριβεῖς ἀποδιδόντος ἡμῖν αὔταρκες τοσοῦτον ἐκ τῶν εἰρημέ- νων, ὅτι τοῦτο νενομοθέτητο ἐκ τοῦ Τριπτολέμου. ὅθεν ὕστερον παρανομοῦντες, ὅτε ἥψαντο τῶν ζῴων μετὰ πολλῆς ἀνάγκης καὶ ἁμαρτημάτων ἀκουσίων, ὥσπερ ἐπεδείξαμεν, ἐπὶ τοῦτο πεπτώκασιν. ἐπεὶ καὶ Δράκοντος νόμος μνημονεύεται τοιοῦτος, θεσμὸς αἰ- ώνιος τοῖς Ἀτθίδα νεμομένοις, κύριος τὸν ἅπαντα χρόνον, θεοὺς τιμᾶν καὶ ἥρωας ἐγχωρίους ἐν κοινῷ ἑπομένοις νόμοις πατρίοις, ἰδία κατὰ δύναμιν, σὺν εὐφημίᾳ καὶ ἀπαρχαῖς καρπῶν καὶ πελάνοις ἐπετείοις· τοῦ νόμου ἀπαρχαῖς καρπῶν, οἷς χρῆται ὁ ἄνθρωπος, τιμᾶν τὸ θεῖον προστάττοντος καὶ πελάνοις.......