De abstinentia

Porphyrius

Porphyrius, De abstinentia, Nauck, Teubner, 1860

ἱστο- ρεῖται δὲ καὶ τῶν ἀφθόγγων τινὰ οὕτως ἑτοίμως ὑπακούειν τοῖς δεσπόταις, ὡς οὐκ ἂν ἄνθρωπος τῶν συνήθων. ἡ γοῦν Κράσσου τοῦ Ῥωμαῖκοῦ μύραινα ὀνομαστὶ καλουμένη προσῄει τῷ Κράσσῳ, ὅν καὶ οὕτως διέθηκεν, ὡς πενθῆσαι ἀποθανοῦσαν, τριῶν τέκνων ἀποβολὴν πρότερον μετρίως ἐνεγκόντα. καὶ ἐγχέλεις δὲ πολλοὶ ἱστόρησαν τὰς ἐν Ἀρεθούσῃ καὶ σαπέρδας τούς περὶ Μαίανδρον ὑπακούοντας τοῖς καλοῦσιν. οὐκοῦν φαντασία ἡ αὐτὴ τῇ τοῦ λέγον- τος, ἐάν τε ἐπὶ γλῶτταν ἐξικνῆται, ἐάν τε μή. πῶς οὖν οὐκ ἄγνωμον μόνην λόγον τὴν ἀνθρώπου φω- νὴν λέγειν, ὅτι ἡμῖν ξυνετή, τὴν δὲ τῶν ἄλλων ζῴων παραιτεῖσθαι; ὅμοιον γὰρ ὡς εἰ κόρακες τὴν σφῶν μόνην ἠξίουν εἶναι φωνήν, ἡμᾶς δʼ εἶναι ἀλόγους, διότι οὐκ αὐτοῖς εὔσημα φθεγγόμεθα ἢ οἱ Ἀττικοὶ εἰ μόνην τὴν Ἀτθίδα ἔλεγον φωνήν, τούς δὲ ἄλλους ἀλόγους ἡγοῦντο τούς λέξεως Ἀττικῆς ἀμοιροῦντας. καίτοι θᾶττον ἂν κόρακος

128
ξύνεσιν λάβοι ὁ Ἀττικὸς ἢ Σύρου ἢ Πέρσου συρί- ζοντος καὶ περσίζοντος. ἀλλὰ μήποτε ἄτοπον ἐκ τῆς εὐσυνέτου φθέγξεως ἢ μὴ ἢ τῆς σιγῆς καὶ φω- νῆς τὸ λογικὸν κρίνειν καὶ τὸ ἄλογον. οὕτως γὰρ καὶ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τούς ἄλλους τῷ μὴ φθέγ- γεσθαι φαίη ἄν τις μὴ εἶναι λογικούς. ἀλλʼ οἵ γε θεοὶ σιγῶντες μηνύουσι, καὶ συνιᾶσιναὐ τῶν ὄρνιθες θᾶττον ἢ ἄνθρωποι καὶ συνέντες ἀπαγγέλλουσιν ὡς δύνανται καὶ τοῖς ἀνθρώποις εἰσὶ κήρυκες ἄλλοι ἄλλων θεῶν· Διὸς μὲν ἀετός, Ἀπόλλωνος δὲ ἱέραξ καὶ κόραξ, Ἥρας δὲ πελαργός, Ἀθηνᾶς δὲ οὖ κρέξ τε καὶ γλαῦξ, ὡς Δήμητρος γέρανος καὶ ἄλλων ἄλλοι. καὶ μὴν καὶ ἡμῶν οἱ παρατηροῦντες καὶ οἱ σύντροφοι γιγνώσκουσιν αὐτῶν τὰ φθέγματα. ὁ γοῦν κυνηγέτης ἀπὸ τῆς ὑποκρίσεως ᾔσθετο τοῦ κυνὸς ὑλακτοῦντος νῦν μὲν ὅτι ζητεῖ τὸν λαγών, νῦν δὲ ὅτι εὗρεν, νῦν δὲ ὅτι διώκει, νῦν δὲ ὅτι ἔλαβεν, καὶ πλανωμένου ὅτι πλανᾶται. καὶ ὁ βου- κόλος οἶδεν ὅτι ἡ βοῦς πεινῇ ἢ διψῇ ἢ κέκμηκεν ὀργὰ ἢ τὸν μόσχον ζητεῖ· καὶ λέων βρυχώμενος δηλοῖ ὅτι ἀπειλεῖ, καὶ λύκος ὠρυόμενος ὅτι κακῶς πράσσει, καὶ οἶς βληχώμεναι οὐκ ἔλαθον τὸν ποι- μένα ὅτου δέονται.