De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

μαρτυρεῖται δὲ ταῦτα οὐ μόνον ὑπὸ τῶν κύρβεων, αἳ τῶν Κρήτηθέν εἰσι Κορυβαν- τικῶν ἱερῶν οἷον ἀντίγραφα ἄττα πρὸς ἀλήθειαν, ἀλλὰ καὶ παρʼ Ἐμπεδοκλέους, ὃς περί τε τῶν θυμά- των καὶ περὶ τῆς θεογονίας διεξιὼν παρεμφαίνει λέγων·

  • οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς
  • οὐδὲ Ζεὺς βασιλεὺς οὐδʼ ὁ Κρόνος οὐδ’ ὁΠὸσειδῶν,
  • ἀλλὰ Κύπρις βασίλεια,
  • ἣ ἐστιν ἡ φιλία
  • τὴν οἵ γʼ εὐσεβέεσσιν ἀγάλμασιν ίλάσκοντο
  • γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόσμοις
  • σμύρνης τʼ ἀκράτου θυσίαις λιβάνου τε θυώδους
  • ξουθῶν τε σπονδὰς μελίτων ῥιπτοῦντες ἐς οὖδας,
  • 95
    (ἅπερ καὶ νῦν ἔτι σώζεται παρʼ ἐνίοις οἷον ἴχνη τινὰ τῆς ἀληθείας ὄντα )
  • ταύρων δʼ ἀρρήτοισι φόνοις οὐ δεύετο βωμός.
  • τῆς γὰρ οἶμαι φιλίας καὶ τῆς περὶ τὸ συγγενὲς
  • αἰσθήσεως πάντα κατεχούσης, οὐδεὶς οὐθὲν ἐφόνευεν, οἰκεῖα εἶναι νομίζων τὰ λοιπὰ τῶν ζῴων. ἐπεὶ δὲ Ἄρης καὶ Κυδοιμὸς καὶ πᾶσα μάχη καὶ πολέμων ἀρχὴ κατέσχε, τότε πρῶτον οὐθεὶς οὐθενὸς ὄντως ἐφοείδετο τῶν οἰκείων. σκεπτέον δʼ ἔτι καὶ ταῦτα. ὥσπερ γὰρ οἰκειότητος οὕσης ἡμῖν πρὸς τοὺς ἀνθρώ- πους, τούς κακοποιοὺς καὶ καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας φερομένους πρὸς τὸ βλάπτειν τὸν ἐντυγχάνοντα ἀναιρεῖν ἡγούμεθα δεῖν καὶ κολάζειν ἅπαντας· οὕτως καὶ τῶν ἀλόγων ζῴων τὰ ἄδικα τὴν φύσιν καὶ κακοποιὰ πρός τε τὸ βλά- πτειν ὡρμημένα τῇ φύσει τοὺς ἐμπελάζοντας ἀναι- ρεῖν ἴσως προσήκει, τὰ δὲ μηθὲν ἀδικοῦντα τῶν λοιπῶν ζῴων μηδὲ τῇ φύσει πρὸς τὸ βλάπτειν ὡρ- μημένα ἀναιρεῖν τε καὶ φονεύειν ἄδικον δήπου, ὥσ- περ καὶ τῶν ἀνθρώπων τοὺς τοιούτους. ὃ δὴ καὶ ἐμφαίνειν ἔοικεν δίκαιον ἡμῖν μηδὲν εἶναι πρὸς τὰ λοιπὰ τῶν ζῴων, διὰ τὸ βλαβερὰ ἄττα τούτων εἶναι καὶ κακοποιὰ τὴν φύσιν, τὰ δὲ μὴ τοιαῦτα, καθά- περ καὶ τῶν ἀνθρώπων.

    ἆρʼ οὖν θυτέον τὰ τοῦ σφάττεσθαιτοῖς θεοῖς; καὶ πῶς, εἴ γε φαῦλα τὴν φύσιν ἐστίν; οὐθὲν γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἀνά- πηρα θυτέον. κακῶν δὲ οὕτως ἀπαρχὴν καὶ οὐ τι- μῆς ἕνεκα τὰς θυσίας ποιήσομεν. εἰ δʼ ἄρα θυτέον τοῖς θεοῖς τὰ ζῷα, τὰμηθὲν ἀδικοῦντα τούτων ἡμᾶς θυτέον. οὐκ ἀναιρετέον δὲ ὡμολογηκότες μηθὲν ἡμᾶς ἀδικοῦντα τῶν λοιπῶν ζῴων, ὥστε οὐδὲ θυ- τέον αὐτὰ τοῖς θεοῖς. εἰ οὖν οὔτε ταῦτα θυτέον

    96
    οὔτε τὰ κακοποιά, πῶς οὐ φανερὸν ὅτι παντὸς μᾶλ- λον ἀφεκτέον καὶ οὐ θυτέον ἐστὶ τῶν λοιπῶν ζῴων οὐδέν, ἀναιρεῖν γε μέντοι τούτων ἕτερ’ ἄττα προσ- ήκει;

    καὶ γὰρ ἄλλως τριῶν ἕνεκα θυτέον τοῖς θε- οῖς· ἢ γὰρ διὰ τιμὴν ἢ διὰ χάριν ἢ διὰ χρείαν τῶν ἀγαθῶν. καθάπερ γὰρ τοῖς ἀγαθοῖς ἀνδράσιν, οὕτω κἀκείνοις ἡγούμεθα δεῖν ποιεῖσθαι τὰς ἀπαρχάς· τι- μῶμεν δὲ τοὺς θεοὺς ἢ κακῶν μὲν ἀποτροπήν, ἀγα- θῶν δὲ παρασκευὴν ἡμῖν γενέσθαι ζητοῦντες, ἢ προπεπονθότες εὑ ἢ ἵνα τύχωμεν ὡφελείας τινὸς ἢ κατὰ ψιλὴν τὴν τῆς ἀγαθῆς αὐτῶν ἕξεως ἐκτίμησιν. ὥστε καὶ τῶν ζῴων, εἰ ἀπαρκτέον αὐτὰ θεοῖς, τού- των τινὸς ἕνεκα θυτέον. καὶ γὰρ ἃ θύομεν, τού- των τινὸς ἕνεκα θύομεν. ἆρʼ οὖν τιμῆς ἡγήσαιτʼ ἂν τυγχάνειν ἡμῶν ὁ θεός, ὅταν ἀδικοῦντες εὐθὺς θεὰ τῆς ἀπαρχῆς φαινώμεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσαιτʼ ἂν τὸ τοιοῦτο δρᾶν; ἐν τῷ δέ γε θύειν ἀναιροῦν- τες τὰ μηδὲν ἐδικοῦντα τῶν ζῴων, ἀδικήσειν ὁμο- λογοῦμεν· ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοι- πῶν ζῴων οὐθέν. οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν χάριν αὐτοῖς ἀποδιδόντας. ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐεργεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδι- δοὺς οὐκ ἐκ τοῦ κακῶς τινὰς δρᾶν ὀφείλει ταῦτα παρέχειν· οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει ἢ κἂν εἰ τὰ τοῦ πέλας ἁρπάσας τις στεφανοίη τινὰς ὡς χάριν ἀποδιδούς καὶ τιμήν. ἀλλʼ οὐδὲ χρείας τινὸς ἕνεκα τῶν ἀγαθῶν. ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. ὥστʼ οὐδʼ ἐλπιζομένης εὐεργεσίας, θυτέον ἐστὶ τοῖς θεοῖς ζῷα. καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμή- χανον καὶ λαθεῖν. εἰ τοίνυν θυτέον μὲν τούτων

    97
    τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρα- κτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶν ζῷα τὸ παράπαν τοῖς θεοῖς.

    ταῖς γὰρ ἐκ τῶν θυμάτων ἀπολαύσεσι τὸ περὶ τούτων ἀληθὲς ἐξαλείφειν πειρώμενοι λαν- θάνομεν ἡμᾶς αὐτούς, οὐ γὰρ δὴ τὸν θεόν. τῶν μὲν οὖν ἀτίμων ζῴων, ἃ μηδεμίαν εἰς τὸν βίον ἡμῖν παρέχεται χρείαν, καὶ τῶν οὐδεμίαν ἀπόλαυσιν ἐχόντων οὐθὲν θύομεν τοῖς θεοῖς. τίς γὰρ δὴ πώ- ποτε ἔθυσεν ὄφεις καὶ σκορπίους ὒ πιθήκους ἢ τι τῶν τοιούτων ζῴων; τῶν δὲ τοῖς βίοις ἡμῶν χρείαν τινὰ παρεχομένων ἢ καί τι εἰς ἀπόλαυσιν ἐν αὐτοῖς ἐχόντων οὐθενὸς ἀπεχόμεθα, σφάττοντες ὡς ἀληθῶς καὶ δέροντες ἐπὶ προστασίας τοῦ θείου. βοῦς γὰρ καὶ πρόβατα, πρός τε τούτοις ἐλάφους καὶ ὄρνιθας, αὐτούς τε τοὺς καθαριότητος μὲν οὐδὲν κοινωνοῦν- τας, ἀπόλαυσιν δὲ ἡμῖν παρέχοντας σιάλους σφάτ- τομεν τοῖς θεοῖς ὧν τὰ μὲν τοῖς βίοις ἡμῶν ἐπι- κουρεῖ συμπονοῦντα, τὰ δὲ εἰς τροφὴν ἤ τινας ἄλ- λας χρείας ἔχει βοήθειαν. τὰ δὲ οὐθὲν τούτων δρῶντα διὰ τὴν ἐξ αὐτῶν ἀπόλαυσιν ὁμοίως τοῖς ἔχουσι τὸ χρήσιμον ὑπὸ τῶν ἀνθρώπων ἀπόλλυται ταῖς θυσίαις. ἀλλʼ οὐκ ὄνους οὐδʼ ἐλέφαντας οὐδὲ ἄλλο τῶν συμπονούντων μέν, οὐκ ἐχόντων δὲ ἀπό- λαυσιν θύομεν. καίτοι καὶ χωρίς γε τοῦ θύειν οὐκ ἀπεχόμεθα τῶν τοιούτων, σφάττοντες διὰ τὰς ἀπο- λαύσεις, καὶ θύομεν αὐτῶν τῶν θυσίμων οὐ τὰ τοῖς θεοῖς, πολὺ δὲ μᾶλλον τὰ ταῖς τῶν ἀνθρώπων ἐπι- θυμίαις κεχαρισμένα, καταμαρτυροῦντες ἡμῶν αὐ- τῶν, ὅτι τῆς ἀπολαύσεως χάριν ἐμμένομεν τοῖς τοι- ούτοις θύμασιν.

    καίτοι Σύρων μὲν Ἰουδαῖοι διὰ τὴν ἐξ ἀρχῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν ὁ Θεόφρα- στος, ζῳοθυτοῦντες εἰ τὸν αὐτὸν ἡμᾶς τρόπον κε-

    98
    λεύοιεν θύειν, ἀποσταίημεν ἂν τῆς πράξεως. oὐ γὰρ ἑστιώμενοι τῶν τυθέντων, ὁλοκαυτοῦντες δὲ ταῦτα νυκτὸς καὶ κατʼ αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες ἀνήλισκον τὴν θυσίαν θᾶττον, ἕνα τοῦ δει- νοῦ μὴ ὁ πανόπτης γένοιτο θεατής. καὶ τοῦτο δρῶ- σιν νηστεύοντες τὰς ἀνὰ μέσον τούτων ἡμέρας· κατὰ δὲ πάντα τοῦτον τὸν χρόνον, ἅτε φιλόσοφοι τὸ γέ- νος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴνθεωρίαν, βλέποντες εἰς αὐτὰ καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦν- τες. κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων καὶ σφῶν αὐτῶν, ἀνάγκᾐ καὶ οὐκ ἐπιθτν- μίᾳ τοῦτο πράξαντες. μάθοι δʼ ἄν τις ἐπιβλέψας τοὺς λογιωτάτους πάντων Αἰγυπτίους, οἳ τοσοῦτον ἀπεῖχον τοῦ φονεύειν τι τῶν λοιπῶν ζῴων, ὥστε τὰς τούτων εἰκόνας μιμήματα τῶν θεῶν ἐποιοῦντο. οὕτως οἰκεῖα καὶ συγγενῆ ταῦτα τοῖς θεοῖς ἐνόμιζον εἶναι καὶ τοῖς ἀνθρώποις.

    ἀπʼ ἀρχῆς μὲν γὰρ αἱ τῶν καρπῶν ἐγίνοντο τοῖς θεοῖς θυσίαι· χρόνῳ δὲ τῆς ὁσιότητος ἡμῶν ἐξαμελησάντων, ἐπεὶ καὶ τῶν καρπῶν ἐσπάνισαν, καὶ διὰ τὴν τῆς νομίμου τρο- φῆς ἔνδειαν εἰς τὸ σαρκοφαγεῖν ἀλλήλων ὥρμησακ, τότε μετὰ πολλῶν λιτῶν ίκετεύοντες τὸ δαιμόνιον, σφῶν αὐτῶν ἀπήρξαντο τοῖς θεοῖς πρῶτον, οὐ μό- νον ὅ τι κάλλιστον ἐνῆν αὐτοῖς καὶ τοῦτο τοῖς θεοῖς καθοσιοῦντες, ἀλλὰ καὶ πέρα τῶν καλλίστων προσ- επιλαμιβάνοντες τοῦ γένους· ἀφʼ οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Αυκαίοις, οὐδʼ ἐν Καρ- χηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον τῆς τοῦ νομίμου χάριν μνήμης ἐμφύλιον αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς, καίπερ τῆς παρʼ αὐτοῖς ὁσίας ἐξειργούσης τῶν ἱερῶν, τοῖς

    99
    κεριρραντηρίοις κηρύγματι, εἴ τις αἵματος ἀνθρω- πείου μεταίτιος. ἐντεῦθεν οὖν μεταβαίνοντες ὑπάλ- λαγμα [πρὸς τὰς θυσίας] τῶν ἰδίων ἐποιοῦντο σωμά- των τὰ τῶν λοιπῶν ζῴων σώματα, καὶ πάλιν κόρῳ τῆς νομίμου τροφῆς εἰς τὴν περὶ εὐσεβείας λήθην ἰόντες, ἐπιβαίνοντες ἀπληστίᾳ καὶ οὐθὲν ἄγευστον οὐδὲ ἄβρωτον περιλείποντες. ὅπερ καὶ περὶ τὴν ἐκ τῶν καρπῶν τροφὴν νῦν συμβαίνει περὶ πάντας. ὅταν γὰρ τῇ προσφορᾷ τὴν ἀναγκαίαν ἔνδειαν κου- φίσωνται, ζητοῦντες τοῦ κόρου τὸ περιττὸν ἐκπο- νοῦσι πρὸς βρῶσιν πολλὰ τῶν σωφροσύνης ἔξω κειμένων. ὅθεν ὡς οὐκ ἄτιμα ποιούμενοι τὰ θεοῖς θύματα, γεύσασθαι τούτων προήχθησαν, καὶ διὰ τὴν ἀρχὴν τῆς πράξεως ταύτης προσθήκη ἡ ζῳο- φαγία γέγονεν τῇ ἀπὸ τῶν καρπῶν τροφῇ τοῖς ἀν- θρώποις. καθάπερ οὖν τὸ παλαιὸν ἀπήρξαντό τε τοῖς θεοῖς τῶν καρπῶν, καὶ τῶν ἀπαρχθέντων ἀσπα- στῶς μετὰ τὴν ὁσίαν ἐγεύσαντο, οὕτω τῶν ζῴων καταρξάμενοι ταὐτὸν ἡγοῦντο δεῖν τοῦτο δρᾶν, καί- περ τὸ ἀρχαῖον οὐχ οὕτως τῆς ὁσίας ταῦτα βραβευ- σάσης, ἀλλʼ ἐκ τῶν καρπῶν ἕκαστον τῶν θείων τι- μῶντες. τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀν- θρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνη- ρέσκετο,
  • ταύρων δʼ ἀρρήτοισι φόνοις οὐ δεύετο βωμός,
  • ἀλλὰ μύσος τοῦτʼ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον,
  • θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἤια γυῖα.
  • θεωρῆσαι δὲ ἔστιν ἐκ τοῦ περὶ Δῆλον ἔτι
  • σωζομένου βωμοῦ, πρὸς ὃν οὐθενὸς προσαγομένου παρʼ αὐτοῖς οὐδὲ θυομένου ἐπʼ αὐτοῦ ζῴου, εὐσε- βῶν κέκληται βωμός. οὕτως οὐ μόνον ἀπείχοντο τῶν ζῴων θύοντες, ἀλλὰ καὶ τοῖς ἱδρυσαμένοις τοῦ-
    100
    τον ὁμοίως καὶ τοῖς χρωμένοις αὐτῷ μετέδοσαν τῆς εὐσεβείας. διʼ ὅπερ οἱ Πυθαγόρειοι τοῦτο παραδε- ξάμενοι κατὰ μὲν τὸν πάντα βίον ἀπείχοντο τῆς ζῳο- φαγίας, ὅτε δὲ εἰς ἀπαρχήν τι τῶν ζῴων ἀνθʼ ἑαυ- τῶν μερίσειαν τοῖς θεοῖς, τούτου γευσάμενοι μόνον, πρὸς ἀλήθειαν ἄθικτοι τῶν λοιπῶν ὄντες ἔζων. ἀλλʼ οὐχ ἡμεῖς· ἐμπιπλάμενοι δὲ εἰς πολλοστὸν ἀφικό- μεθα τῆς ἐν τούτοις παρὰ τὸν βίον παρανομίας. καὶ γὰρ οὔτε φόνῳ τοὺς τῶν θεῶν βωμούς χραίνειν δεῖ, οὔτε ἁπτέον τοῖς ἀνθρώποις τῆς τοιαύτης τροψῆς, ὡς οὐδὲ τῶν ἰδίων σωμάτων, ἀλλὰ ποιητέον παράγ- γελμα τῷ παντὶ βίῳ τὸ ἐν Ἀθήναις ἔτι σωζόμενον.

    τὸ γὰρ παλαιόν, ὡς καὶ πρόσθεν ἐλέγομεν, καρποὺς τοῖς θεοῖς τῶν ἀνθρώπων θυόντων, ζῷα δὲ οὔ, οὐδὲ εἰς τὴν ἰδίαν τροφὴν καταχρωμένων, λέγεται κοινῆς θυσίας οὔσης Ἀθήνησιν Δίομον ἢ Σώπατρόν τινα, τῷ γένει οὐκ ἐγχώριον, γεωργοῦντα δὲ κατὰ τὴν Ἀττικήν, ἐπεὶ πελάνου τε καὶ τῶν θυλημάτων ἐπὶ τῆς τραπέ- ζης ἐναργῶς κειμένων, ἵνα τοῖς θεοῖς ταῦτα θύοι, τῶν βοῶν τις εἰσιὼν ἀπʼ ἔργου τὰ μὲν κατέφαγεν, τὰ δὲ συνεπάτησεν· αὐτὸν δʼ ὑπεραγανακτήσαντα τῷ συμ- βάντι, πελέκεως τινος πλησίον ἀκονωμένου, τοῦ- τον ἁρπάξαντα, πατάξαι τὸν βοῦν. τελευτήσαντος δὲ τοῦ βοός, ὡς ἔξω τῆς ὀργῆς καταστὰς συνεφρό- νησεν οἷον ἔργον ἦν εἰργασμένος, τὸν μὲν βοῦν θάπτει, φυγὴν δὲ ἑκούσιον ἀράμενος ὡς ἠσεβηκώς, ἔφυγεν εἰς Κρήτην. αὐχμῶν δὲ κατεχόντων καὶ δεινῆς ἀκαρπίας γενομένης, ἐπερωτῶσι κοινῇ τὸν θεόν. ἀνεῖλεν ἡ Πυθία, τὸν ἐν Κρήτῃ φυγάδα ταῦτα λύσειν, τόν τε φονέα τιμωρησαμένων καὶ τὸν τε- θνεῶτα ἀναστησάντων ἐν ᾗπερ ἀπέθανε θυσίᾳ λῷον ἔσεσθαι γευσαμένοις τε τοῦ τεθνεῶτος καὶ μὴ κα-

    101
    τασχοῦσιν. ὅθεν ζητήσεως γενομένης καὶ τοῦ Σω- πάτρου μετὰ τῆς πράξεως ἀνευρεθέντος, Σώπατρος νομίσας τῆς περὶ αὐτὸν δυσκολίας ἀπαλλαγήσεσθαι ὡς ἐναγοῦς ὄντος, εἰ κοινῇ τοῦτο πράξειαν πάντες, ἔφη πρὸς τοὸς αὐτὸν μετελθόντας, δεῖν κατακο- πῆναι βοῦν ὑπὸ τῆς πόλεως. ἀπορούντων δὲ τίς ὁ πατάξων ἔσται, παρασχεῖν αὐτοῖς τοῦτο, εἰ πολίτην αὐτὸν ποιησάμενοι κοινωνήσουσι τοῦ φόνου. συγ- χωρηθέντων οὖν τούτων, ὡς ἐπανῆλθον ἐπὶ τὴν πό- λιν, συνέταξαν οὕτω τὴν πρᾶξιν, ἥπερ καὶ νύν δια- μένει παρʼ αὐτοῖς.

    ὑδροφόρους παρθένους κατέλε- ξαν· αἱ δʼ ὕδωρ κομίζουσιν, ὅπως τὸν πέλεκυν καὶ τὴν μάχαιραν ἀκονήσουσιν. ἀκονησάντων δὲ ἐπώ- δωκεν μὲν τὸν πέλεκυν ἕτερος, ὁ δʼ ἐπάταξε τὸν βοῦν, ἄλλος δʼ ἔσφαξε· τῶν δὲ μετὰ ταῦτα δειράν- των, ἐγεύσαντο τοῦ βοὸς πάντες. τούτων δὲ πρα- χθέντων τὴν μὲν δορὰν τοῦ βοὸς ῥάψαντες καὶ χόρ- τῳ ἐπογκώσαντες ἐξανέστησαν, ἔχοντα ταὐτὸν ὅπερ καὶ ζῶν ἔσχε σχῆμα, καὶ προσέζευξαν ἄροτρον ὡς ἐργαζομένῳ. κρίσιν δὲ ποιούμενοι τοῦ φόνου πάν- τας ἐκάλουν εἰς ἀπολογίαν τοὺς τῆς πράξεως κοι- νωνήσαντας. ὡς δὲ αἰ μὲν ὑδροφόροι τοὺς ἀκονή- σαντας αὐτῶν ῇτιῶντο μᾶλλον, οἱ δὲ ἀκονήσαντες τὸν ἐπιδόντα τὸν πέλεκυν, οὗτος δὲ τὸν ἐπισφάξαντα, καὶ ὁ τοῦτο δράσας τὴν μάχαιραν, καθʼ ἧς οὔσης ἀφώνου τὸν φόνον κατέγνωσαν. ἀπὸ δʼ ἐκείνου μέχρι τοῦ νῦν ἀεὶ τοῖς Διπολείοις Ἀθήνησιν ἐν ἀκρο- πόλει οἱ εἰρημένοι τὸν αὐτὸν τρόπον ποιοῦνται τὴν τοῦ βοὸς θυσίαν. θέντες γὰρ ἐπὶ τῆς χαλκῆς τρα- πέζης πέλανον καὶ ψαιστά, περιελαύνουσι τοὺς κα- τανεμηθέντας βοῦς, ὧν ὁ γευσάμενος κόπτεται. καὶ γένη τῶν ταῦτα δρώντων ἔστιν νῦν· οἱ μὲν ἀπὸ

    102
    τοῦ πατάξαντος Σωπάτρου βουτύποι καλούμενοι πάντες, οἱ δʼ ἀπὸ τοῦ περιελάσαντος κεντριάδαι· τοὺς δʼ ἀπὸ τοῦ ἐπισφάξαντος δαιτροὺς ὀνομάζου- σιν διὰ τὴν ἐκ τῆς κρεανομίας γιγνομένην δαῖτα. πληρώσαντες δὲ τὴν βύρσαν, ὅταν πρὸς τὴν κρίσιν ἀχθῶσι, κατεπόντωσαν τὴν μάχαιραν.

    οὕτως οὔτε τὸ παλαιὸν ὅσιον ἦν κτείνειν τὰ συνεργὰ τοῖς βίοις ἡμῶν ζῷα, νῦν τε τοῦτο φυλακτέον ἐστὶ πράττειν. καὶ καθάπερ πρότερον οὐχ ὅσιον ἦν τοῖς ἀνθρώποις ἅπτεσθαι τούτων, οὕτως νῦν τροφῆς χάριν ἅπτε- σθαι τῶν ζῴων οὐχ ὅσιον ἡγητέον. οὐδʼ ἄρα τοῦτο διὰ τὴν πρὸς τὸ θεῖον ἁγιστείαν ποιητέον, ἀλλʼ ὅτι γε τὸ πάθος ἐκ τῶν σωμάτων καθʼ ἑαυτὸ πᾶν ἐκ- πεμπτέον τοῦτο, ἵνα μὴ τῆς τροφῆς ἐξ ὧν οὐ προσ- ήκει ποριζομένης, σύνοικον ἔχωμεν τὸ μίασμα τοῖς ἰδίοις βίοις. καὶ γὰρ εἰ μηθὲν ἄλλο, πρός γε τὴν κατʼ ἀλλήλων ἐκεχειρίαν μεγάλα πάντες ὀνηθείημεν ἄν. οἷς γοῦν ἡ αἴσθησις τοῦ τῶν ἀλλοφύλων ἅπτε- σθαι ζῴων ἀπέκλινεν, τούτων ὁ νοῦς πρόδηλός ἐστιν ὁμοφύλων ἀφεξόμενος. πάντων μὲν οὖν ἴσως ἦν κράτιστον εὐθὺς ἀποσχέσθαι ἐπεὶ δʼ ἀναμάρτη- τος οὐδείς, λοιπὸν ἀκεῖσθαι τοῖς ὕστερον διὰ τῶν καθαρμῶν τὰς πρόσθε περὶ τὴν τροφὴν ἁμαρτίας. τοῦτο δὲ ὁμοίως γένοιτʼ ἄν, εἰ πρὸ ὀμμάτων ποιη- σάμενοι τὸ δεινὸν ἀνευφημήσαιμεν κατὰ τὸν Ἐμ- πεδοκλέα λέγοντες

  • οἴμοι, ὅτʼ οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ,
  • πρὶν σχέτλιʼ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι.
  • τὸ γὰρ τοῖς ἁμαρτήμασι συναλγεῖν τὴν οἰκείαν αἲ- σθησιν, εὕρασθαί τι τοῖς ὑπάρχουσι κακοῖς ἄκος ζητούντων βίον, ἵνα καθάπερ ἁγνὰ θύματα τῷ δαι- μονίῳ τῶν ἀνθρώπων ἕκαστος ἀπαρχόμενος τύχῃ
    103
    τῆς ὁσίας καὶ τῆς παρὰ θεῶν ὡφελείας.

    πάντων δὲ μάλιστα καὶ πρώτη ἡ τῶν καρπῶν ἐστίν, ἧς καὶ ἀπαρκτέον μόνης τοῖς θεοῖς καὶ τῇ γῇ τῇ τούτους ἀναδούσῃ. κοινὴ γάρ ἐστιν αὕτη καὶ θεῶν καὶ ἀν- θρώπων ἑστία, καὶ δεῖ πάντας ἐπὶ ταύτης ὡς τρο- φοῦ καὶ μητρὸς ἡμῶν κλινομένους ὑμνεῖν καὶ φι- λοστοργεῖν ὡς τεκοῦσαν· οὕτως γὰρ τῆς τοῦ βίου καταστροφῆς τυχόντες πάλιν ἀξιωθείημεν ἄν εἰσορᾶν τὸ σύμπαν γένος τῶν ἐν οὐρανῷ θεῶν, οὕς νῦν ὁρῶντας τιμὰν τούτοις ὧν συναίτιοι ἡμῖν εἰσίν, ἀπαρ- χομένους μὲν τῶν ὑπαρχόντων καρπῶν καὶ πάντας, οὐκ ἀξιόχρεως δʼ εἰς τὸ θύειν θεοῖς πάντας ἡμᾶς ἡγουμένους. καθάπερ γὰρ οὐ πᾶν θυτέον αὐτοῖς, οὕτως οὐδʼ ὑπὸ παντὸς ἴσως κεχάρισται τοῖς θεοῖς.

    ὰ μὲν δὴ κεφάλαια τοῦ μὴ δεῖν θύειν ζῷα χω- ρὶς τῶν ἐμιβεβλημένων μύθων ὀλίγων τε τῶν ὑφʼ ἡμῶν προσκειμένων καὶ συντετμημένων ἐστὶν τῶν Θεοφράστου ταῦτα.

    ἐγὼ δὲ τὰ μὲν κεκρατηκότα παρʼ ἑκάστοις νόμιμα λύσων οὐκ ἔρχομαι· οὐ γάρ μοι περὶ πολιτείας νῦν πρόκειται λέγειν· δεδωκότων δὲ τῶν νόμων, ἐν οἷς πολιτευόμεθα, καὶ διὰ τῶν λι- τοτάτων καὶ ἀψύχων γεραίρειν τὸ θεῖον, τὸ λιτό- τατον αἱρούμενοι νόμῳ τε πόλεως θύσομεν καὶ αὐτοὶ σπουδάσομεν τὴν προσήκουσαν θυσίαν ποιεῖσθαι, καθαροὶ πανταχόθεν τοῖς θεοῖς προσιόντες. ὅλως δʼ εἰ τὸ τῆς θυσίας ἀπαρχῆς ἔχει ἀξίαν καὶ εὐχαρι- στίαν ὧν παρὰ θεῶν ἔχομεν εἰς τὰς χρείας, ἀλογώ- τατον ἂν εἴη αὐτοὺς ἀπεχομένους τῶν ἐμψύχων τοῖς θεοῖς τούτων ἀπάρχεσθαι. οὔτε γὰρ χείρους ἡμῶν οἱ θεοί, ἵνα τούτων αὐτοὶ δέωνται, ἡμῶν μὴ δεο- μένων, οὔτε ὅσιον ἀπαρχὴν διδόναι ἧς ἡμεῖς ἀπε- χόμεθα τροφῆς. ἐπεὶ καὶ τὸ ἔθος τοιοῦτο κατειλή-

    104
    φαμεν τῶν ἀνθρώπων ὅτε μὲν οὐχ ἥπτοντο ἐμιψύχου βορᾶς οὐδʼ ἀπαρξαμένων ἀπὸ τῶν ζῴων, ἀφʼ οὗ δʼ ἐγεύσαντο καὶ θεοῖς ἀπαρξαμένων· ὥστε καὶ νῦν καθήκει δήπου τὸν ἀποσχόμενον ἐκείνων ἀπάρχεσθαι ὧν καὶ θιγγάνει.

    θύσομεν τοίνυν καὶ ἡμεῖς· ἀλλὰ θύσομεν, ὡς προσήκει, διαφόρους τὰς θυσίας ὡς ἂν διαφόροις δυνάμεσι προσάγοντες· θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθη- τῶν μήτε θυμιῶντες μήτε ἐπονομάζοντες· οὐδὲν γὰρ ἔστιν ἔνυλον, ὃ μὴ τῷ ἀύλῳ εὐθύς ἐστιν ἀκάθαρ- τον. διʼ ὃ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδʼ ὁ ἔνδὸν, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύομεν αὐτόν. δσῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀναγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται. τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲ θεοῖς ἤδη καὶ τὴν ἐκ τοῦλόγου ὑμνῳδίαν προσθετέον. ἀπαρχὴ γὰρ ἑκάστῳ ὧν δέδωκεν ἡ θυσία, καὶ διʼ ὧν ἡμῶν τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. ὡς οὖν γεωρ- γὸς δραγμάτων ἀπάρχεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρξόμεθα αὐτοῖς ἐννοιῶν τῶν περὶ αὐτῶν καλῶν, εὐχαριστοῦντες ὧν ἡμῖν δεδώκασιν τὴν θεω- ρίαν, καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσι, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες.

    νῦν δὲ τοῦτο μὲν ποιεῖν ὀκνοῦσι καὶ πολλοὶ τῶν φιλοσοφεῖν ἐσπουδακότων, δοξοκοποῦντες δὲ μᾶλλον ἢ τὸ θεῖον τιμῶντες περὶ τὰ ἀφιδρύματα στρέφονται, οὐδὲ πῇ ἀπαντητέον ἢ μὴ ἐπεσκεμμένοι, οὐδὲ παρὰ τῶν θεοσόφων μαθεῖν

    105
    σπουδάσαντες, ἄχρι τίνος καὶ πόσου κἀνταῦθα πα- ραβλητέον. ἀλλʼ ἡμεῖς οὐδὲν διοισόμεθα τούτοις, μή πῃ δὲ καὶ αὐτοὶ τοιοῦτον σπουδάσομεν διαγι- γνώσκειν, καὶ τοὺς ὁσίους καὶ παλαιοὺς ἐκμιμησό- μεθα, τὸ πλέον ἀπαρχόμενοι ἐκ τῆς θεωρίας, ἧς ἡμῖν αὐτοὶ δεδώκασι, καὶ ἧς ἐν χρείᾳ πρὸς τὴν ὄν- τως σωτηρίαν καθεστήκαμεν.

    οἱ γοῦν Πυθαγόρειοι περὶ τοὺς ἀριθμοὺς καὶ τὰς γραμμὰς σπουδάζοντες ἀπὸ τούτων τὸ πλέον τοῖς θεοῖς ἀπήρχοντο, τὸν μέν τινα ἀριθμὸν Ἀθηνᾶν καλοῦντες, τὸν δέ τινα Ἄρτεμιν, ὥσπερ οὖ ἄλλον Ἀπόλλωνα, καὶ πάλιν ἄλλον μὲν δικαιοσύνην, ἄλ- λον δὲ σωφροσύνην· καὶ ἐπὶ τῶν διαγραμμάτων ὁμοίως. καὶ οὕτως ἠρέσκοντὀ τοὺς θεοὺς ταῖς τοι- αύταις ἀπαρχαῖς, ὡς καὶ τυγχάνειν αὐτῶν καλοῦν- τας ἕκαστον τοῖς ἀναθήμασι καὶ κεχρῆσθαι πολλά- κις πρὸς μαντείαν καὶ εἴ τινος πρὸς ἐξέτασιν δέοιντο. θεοῖς γε μὴν τοῖς ἐντὸς οὐρανοῦ πλανωμένοις τε καὶ ἀπλανέσιν, ὧν ἡγεῖσθαι θετέον ἥλιον πάν- των σελήνην τε δευτέραν, πῦρ τε ἤδη ξυγγενὲς ἀνά- πτοιμεν ἂν ἅ τε φησὶν ὁ θεολόγος ποιήσωμεν. φησὶ δὲ ἔμψυχον οὗτος θύειν μηδὲ ἕν, ἀλλʼ ἄχρις ἀλφί- των καὶ μέλιτος καὶ τῶν ἐκ γῆς ἀκροδρύων τῶν τε ἄλλων ἀνθέων ἀπάρχεσθαι· μηδὲ ἀφʼ ᾑμαγμένης ἐσχάρας ἔστω τὸ πῦρ, καὶ ὅσα φησὶν ἐκεῖνος· τί γὰρ δεῖ μεταγράφειν ταῦτα; οἶδεν δὲ ὁ τῆς εὐσεβείας φροντίζων ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδέν, δαίμοσι δέ, ἀλλʼ ἤτοι ἀγαθοῖς ἢ καὶ φαύλοις, καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις, καὶ ἄχρι τίνος αὐτῶν δεομένων. ἐμοὶ δὲ τὰ μὲν ἄλλα εὔστομα κείσθω, ἅ [*](30. Ἰωνικῶς ἀντὶ τοῦ εὔφημα. καὶ εὐστομεῖν ἀντὶ τοῦ εὐφημεῖν λέγουσιν.)

    106
    δʼ οὖν τῶν Πλατωνικῶν τινὲς ἐδημοσίευσαν, ταῦτα ἀνεμέσητον παρατιθέντα τοῖς εὐξυνέτοις μηνύειν τὰ προκείμενα· λέγουσι δὲ ὧδε.

    ὁ μὲν πρῶτος θεὸς ἀσώ- ματός τε ὢν καὶ ἀκίνητος καὶ ἀμέριστος καὶ οὔτε ἔν τινι ὤν οὔτʼ ἐνδεδεμένος εἰς ἑαυτόν, χρῄζει οὐδενὸς τῶν ἔξωθεν, ὥσπερ εἴρηται, οὐ μὴν οὐδʼ ἡ τοῦ κό- σμου ψυχὴ ἔχουσα μὲν τὸ τριχῇ διαστατὸν καὶ αὐτο- κίνητον ἐκ φύσεως, προαιρεῖσθαι δὲ πεφυκυῖα τὸ καλῶς καὶ εὐτάκτως κινεῖσθαι καὶ κινεῖν τὸ σῶμα τοῦ κόσμου κατὰ τοὺς ἀρίστους λόγους. δέδεκται δὲ τὸ σῶμα εἰς ἑαυτὴν καὶ περιείληφεν, καίπερ ἀσώ- ματος οὖσα καὶ παντὸς πάθους ἀμέτοχος. τοῖς δὲ λοιποῖς θεοῖς, τῷ τε κόσμῳ καὶ τοῖς ἀπλανέσι καὶ πλανωμένοις, ἔκ τε ψυχῆς καὶ σώμιατος οὖσιν ὁρα- τοῖς θεοῖς, ἀντευχαριστητέον τὸν εἰρημένον τρόπον διὰ τῶν θυσιῶν τῶν ἀψύχων. λοιπὸν οὖν ἡμῖν ἐστὶ τὸ τῶν ἀοράτων πλῆθος, οὓς δαίμονας ἀδιαστόλως εἴρηκε Πλάτων. τούτων δὲ οἱ μὲν κατονομασθέν- τες ὑπὸ τῶν ἀνθρώπων παρʼ ἑκάστοις τυγχάνουσι τιμῶν τʼ ἰσοθέων καὶ τῆς ἄλλης θεραπείας, οἱ δὲ ὡς τὸ πολὺ μὲν οὐ πάνυ τι κατωνομάσθησαν, ὑπʼ ἐνίων δὲ κατὰ κώμας ἢ τινας πόλεις ὀνόματός τε καὶ θρησκείας ἀφανῶς τυγχάνουσιν. τὸ δὲ ἄλλο πλῆ- θος οὕτω μὲν κοινῶς προσαγορεύεται τῷ τῶν δαι- μόνων ὀνόματι, πεῖσμα δὲ περὶ πάντων τοιοῦτόν ἐστιν, ὡς ἄρα καὶ βλάπτοιεν ἂν εἰ χολωθεῖεν ἐπὶ τῷ παρορᾶσθαι καὶ μὴ τυγχάνειν τῆς νενομισμένης θεραπείας, καὶ πάλιν εὐεργετοῖεν ἂν τοὺς εὐχαῖς τε αὐτοὺς καὶ λιτανείαις θυσίαις τε καὶ τοῖς ἀκολού- θοις ἐξευμενιζομένους.

    συγκεχυμένης δὲ τῆς περὶ αὐτῶν ἐννοίας καὶ εἰς πολλὴν διαβολὴν χωρούσης, ἀναγκαῖον διαστεῖλαι λόγῳ τὴν φύσιν αὐτῶν. ἴσως

    107
    γὰρ ἀναγκαῖον φασὶν ὅθεν ἡ πλάνη γέγονεν τοἵς ἀνθρώποις περὶ αὐτῶν ἀναφαίνειν. διαιρετέον οὖν τὸν τρόπον τοῦτον. ὅσαι μὲν ψυχαὶ τῆς ὅλης ἐκπε- φυκυῖαι μεγάλα μέρη διοικοῦσι τῶν ὑπὸ σελήνην τόπων, ἐπερειδόμεναι μὲν πνεύματι, κρατοῦσαι δὲ αὐτοῦ κατὰ λόγον, ταύτας δαίμονάς τε ἀγαθοὺς νο- μιστέον καὶ ἐπʼ ὠφελείᾳ τῶν ἐρχομένων πάντα πραγ- ματεύεσθαι, εἴτε τινῶν ἀφηγοῖντο ζῴων, εἴτε καρ- πῶν ἀποτεταγμένων, εἴτε καὶ τῶν ἕνεκα τούτων, οἷον ὄμβρων, πνευμάτων μετρίων, εὐδίας, τῶν. τε ἄλλων ἃ τούτοις συνεργεῖ, εὐκρασίας τε ὡρῶν τοῦ ἔτους, ἡμῖν οὖ τεχνῶν τε καὶ τῶν κατὰ μουσικὴν παιδείας τε συναπάσης ἰατρικῆς τε καὶ γυμναστικῆς τινος τούτοις ὁμοίας. τούτους γὰρ ἀδύνατόν ἐστι καὶ τὰς ὡφελείας ἐκπορίζειν καὶ πάλιν οὖ βλάβης ἐν τοῖς αὐτοῖς αἰτίους γίγνεσθαι. ἐν δὲ τούτοις ἀριθ- μητέον καὶ τοὺς πορθμεύοντας, ὡς φησὶ Πλάτων, καὶ διαγγέλλοντας τὰ παρʼ ἀνθρώπων θεοῖς καὶ τὰ παρὰ θεῶν ἀνθρώποις, τὰς μὲν παρʼ ἡμῶν εὐχὰς ὡς πρὸς δικαστὰς ἀναφέροντας τοὺς θεούς, τὰς δὲ ἐκείνων παραινέσεις καὶ νουθεσίας μετὰ μαντειῶν ἐκφέροντας ἡμῖν. ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύ- ματος οὐ κρατοῦσιν, ἀλλʼ ὡς τὸ πολὺ καὶ κρατοῦν- ται, διʼ αὐτὸ τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἱ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν. αὗται δʼ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταί, κακοεργοὶ δʼ ἂν εἰκότως λέγοιντο.

    καὶ εἰσὶν οἱ σύμπαντες οὗτοί τε καὶ οἱ τῆς ἐναντίας δυνά- μεως ἀόρατοί τε καὶ τελέως ἀναίσθητοι αἰσθήσεσιν ἀνθρωπίναις. οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται οὐδὲ μορφὴν πάντες μίαν, ἀλλʼ ἐν σχήμασι πλείο- σιν ἐκτυπούμεναι αἰ χαρακτηρίζουσαι τὸ πνεῦμα

    108
    αὐτῶν μορφαὶ τοτὲ μὲν ἐπιφαίνονται, τοτὲ δὲ ἀφανεῖς εἰσίν ἐνίοτε δὲ καὶ μεταβάλλουσι τὰς μορφὰς οἵ γε χείρους. τὸ δὲ πνεῦμα μέν ἐστι σωματικόν, πα- θητικόν ἐστι καὶ φθαρτόν· τῷ δὲ ὑπὸ τῶν ψυχῶν οὕτως δεδέσθαι, ὥστε τὸεἶδος αὐτῶν διαμένειν πλείω χρόνον, οὐ μήν ἐστιν αἰώνιον. καὶ γὰρ ἀπορρεἴν αὐτοῦ τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι. ἐν συμ- μετρίᾳ μὲν οὖν τὸ τῶν ἀγαθῶν ὡς καὶ τὰ σώμιατα τῶν φαινομένων, τῶν δὲ κακοποιῶν ἀσύμμετρα, οἳ πλέον τῷ παθητικῷ νέμοντες τὸν περόγειον τόπον, οὐδὲν ὅ τι τῶν κακῶν οὐκ ἐπιχειροῦσι δρᾶν. βίαιον γὰρ ὅλως καὶ ὕπουλον ἔχοντες ἦθος ἐστερημένον τε τῆς φυλακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμονίου, σφοδρὰς καὶ αἰφνιδίους οἷον ἐνέδρας ὡς τὸ πολὺ ποιοῦνται τὰς ἐμπτώσεις, πῇ μὲν λανθάνειν πειρώ- μενοι, πῇ δὲ βιαζόμενοι. ὅθεν ὀξέα μὲν τὰ ἀπʼ ἐκείνων πάθη· αἱ δʼ ἀκέσεις καὶ κατορθώσεις αἰ ἀπὸ τῶν κρειττόνων δαιμόνων βραδύτεραι δοκοῦσιν. πᾶν γὰρ τὸ ἀγαθὸν εὐήνιόν τε ὂν καὶ ὁμαλὸν τάξει πρόεισιν καὶ τὸ δέον οὐχ ὑπερβαίνει. οὕτως δέ σοι δοξάζοντι οὐδέποτʼ ἂν εἰς τὸ ἀτοπώτατον ἐμ- πίπτειν ἐνέσται, τὸ περὶ τῶν ἀγαθῶν τὰ κακὰ ὑπο- λαμβάνειν καὶ περὶ τῶν κακῶν τὰ ἀγαθά· οὐ γὰρ ταύτῃ μόνον ὁ λόγος ἄτοπός ἐστιν, ἀλλὰ καὶ τὰς περὶ τῶν θεῶν φαυλοτάτας ὑπολήψεις λαμιβάνοντες οἱ πολλοί, διαδιδόασιν καὶ εἰς τοὺς λοιποὺς ἀνθρώ- πους.

    ἓν γὰρ δὴ καὶ τοῦτο τῆς μεγίστης βλάβης τῆς ἀπὸ τῶν κακοεργῶν δαιμόνων θετέον, ὅτι αὐτοὶ αἄτιοι γιγνόμενοι τῶν περὶ τὴν γῆν παθημάτων, οἷον λοιμῶν, ἀφοριῶν, σεισμῶν, αὐχμιῶν καὶ τῶν ὁμοίων, ἀναπείθουσιν ἡμᾶς, ὡς ἄρα τούτων αἴτιοί εἰσιν οἵ- περ καὶ τῶν ἐναντιωτάτων [τουτέστιν τῶν εὐφο-

    109
    ριῶν], ἑαυτοὺς ἐξαιροῦντες τῆς αἰτίας καὶ αὐτὸ τοῦτο πραγματευόμενοι πρῶτον, τὸ λανθάνειν ἀδικοῦντες. τρέπουσίν τε μετὰ τοῦτο ἐπὶ λιτανείας ἡμὰς καὶ θυσίας τῶν ἀγαθοεργῶν θεῶν ὡς ὠργισμένων. ταῦτα δὲ καὶ τὰ ὅμοια ποιοῦσιν, μεταστῆσαι ἡμᾶς ἐθέλον- τες ἀπὸ τῆς ὀρθῆς ἐννοίας τῶν θεῶν καὶ ἐφʼ ἑαυ- τοὺς ἐπιστρέψαι. πᾶσι γὰρ τοῖς οὕτως ἀνομολόγως καὶ ἀκαταλλήλως γινομένοις αὐτοὶ χαίρουσι, καὶ ὥσπερ ὑποδύντες τὰ τῶν ἄλλων θεῶν πρόσωπα, τῆς ἡμετέρας ἀβουλίας ἀπολαύουσι, προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν ἔρωσιν καὶ πόθοις πλούτων καὶ δυναστειῶν καὶ ἡδονῶν, κενοδοξίαις τε οὖ, ἐξ ὧν στάσεις καὶ πόλεμοι φύονται καὶ τὰ συγγενὴ τούτων. τὸ δὲ πάντων δεινότατον, ἐπαναβαίνουσιν ἐκ τῶνδε καὶ τὰ ὅμοια ἀναπείθουσι καὶ περὶ τῶν μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις τοῖς ἐγκλή- μασιν ὑπάγειν, ᾧ δὴ καὶ τεταράχθαι φασὶν πάντʼ ἄνω κάτω. πεπόνθασι δὲ τοῦτο οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλί- γοι. ἡ δʼ αἰτία διʼ ἀλλήλων γέγονεν. καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς κοινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλήθεσι συνέβησαν, καὶ πάλιν οὐ τὰ πλήθη σύμφωνα ταῖς ἑαυτῶν δόξαις παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα, ἐπερρώσθη φρονεῖν ἔτι μᾶλλον περὶ τῶν θεῶν τ᾿ὰ τοιαῦτα.