De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

Τῶν περὶ λιτότητος καὶ ἁγνείας ζητημάτων ἐχό- μενοι εἰς τὸν περὶ τῶν θυσιῶν, ὦ Καστρίκιε, λόγον ἀφικόμεθα δυσδιαίτητόν τε ὁμοῦ καὶ πολλῆς ἐξηγή- σεως δεόμενον, εἰ μέλλοιμεν ἀληθῶς τε ἅμα καὶ τοῖς θεοῖς εὐαρέστως τὴν περὶ αὐτοῦ κρίσιν διαθήσειν. διʼ ὃ εἰς ἴδιον σκέμμα τὸν τόπον ὑπερβαλλόμενοι, νῦν τὰ φαινόμενα ἡμῖν καὶ ὅσα δυνατὸν ἐξαγορεύειν ἐροῦμεν, τὸ παρορώμενον πρότερον εἰς τὴν ἐξ ἀρχῆς προκειμένην ὑπόθεσιν εὐθύναντες.

πρῶτον μὲν γὰρ οὐ φαμὲν εἶναι ἀκόλουθον τῷ ἀναιρεῖν τὰ ζῷα τὸ δεῖν ἐξ ἀνάγκης αὐτὰ καὶ ἐσθίειν, οὐδʼ ὁ τὸ ἕτερον διδούς, λέγω δὲ τὸ σφάττειν, τίθησι

82
πάντως καὶ τὸ ἐσθίειν. αὐτίκα πολεμίους μὲν ἐπιόν- τας οἱ νόμοι ἀμύνεσθαι συνεχώρησαν, ἐσθίειν δʼ οὐ - τοὺς οὐκέτʼ εἶναι κατʼ ἄνθρωπον δέδοκται. δεύτερον οὐκ εἰ δαίμοσιν ἢ θεοῖς ἢ τισι δυνάμεσιν θῦσαί τι τῶν ἐμψύχων προσήκει διά τινας αἰτίας εἴτε γνω- στὰς εἴτε καὶ ἀγνώστους ἀνθρώποις, διὰ τοῦτο παὶ θοινᾶσθαι ἐξ ἀνάγκης δεῖ τὰ ζῷα. δειχθήσεται γὰρ ἄνθρωπος παραλαμβανόμενος ἐν θύμασι καὶ ζῷα, ὧν οὐκ ἄν τις οὐδὲ τῶν εἰωθότων σαρκοφαγεῖν ἀνθρώ- πων ὑπομείνειεν ἂν γεύσασθαι. καὶ μὴν ἐπὶ τοῦ φο- νεύειν ζῷα τὸ αὐτὸ παρορᾶται πλημμέλημα. οὐ γὰρ εἴ τινα δεῖ, καὶ πάντα, ὡς οὐδʼ εἰ τὰ ἄλογα ζῷα, πάν- τως καὶ ἀνθρώπους.

ἣ τε ἀποχὴ τῶν ἐμψύχων, καθά- περ κἀν τῷ πρώτῳ ἐλέγομεν, οὐχ ἀπλῶς πᾶσιν ἀν- θρώποις παραγγέλλεται, ἀλλὰ τοῖς φιλοσόφοις, καὶ τούτων μᾶλλον τοῖς ἐκ τοῦ θεοῦ καὶ τῆς τούτου μι- μήσεως τὴν σφῶν εὐδαιμονίαν ἀνάψασιν. οὐδὲ γὰρ ἐν τῷ πόλεως βίῳ τὰ αὐτὰ οἱ νομοθέται τοῖς τε ἰδιώ- ταις καὶ τοῖς ἱερεῦσιν ἀφωρίσαντο πρακτέα, ἀλλʼ ἔστιν ἐν οἷς συγχωρήσαντες τοἵς πολλοῖς τὰ κατὰ τὴν τροφὴν καὶ τὸν ἄλλον βίον, τοὺς ἱερέας χρῆσθαι τοῖς αὐτοῖς διεκώλυσαν, θάνατον ἢ ζημίας μεγάλας θέν- τες τὰ ἐπιτίμια.

μὴ συγχεομένων ἄρα τούτων, ἀλλ’ ὃν προσήκει τρόπον διακρινομένων, τὰ πλεῖστα τῶν ἀντιλεγομένων εὑρίσκεται μάταια. τὰ γὰρ πλεῖστα ἢ ὅτι φονεύειν δεῖ διὰ τὰς βλάβας τὰς ἀπʼ αὐτῶν μη- νύσαντα καὶ τὸ ὅτι ἐσθίειν ὡς ἀκόλουθον λαμβάνει, ἢ ὅτι ἐν ταῖς θυσίαις καὶ ζῷα παρελήφθη, συλλογίζε- ται ὡς καὶ ἀνθρώποις ἄρα βρωτέον ταῦτα. καὶ πάλιν εἴ τινα διὰ τὸ ἄγριον ἀναιρετέον, ἀξιοῦσιν ὡς ἀκό- λουθον τὸ δεῖν φονεύειν καὶ τὰ ἥμερα· καὶ εἴ τισι βρωτέον, οἷον ἀθληταῖς καὶ στρατιώταις καὶ τοῖς διὰ

83
σώματος τὴν ἐργασίαν ποιουμένοις, ὅτι καὶ φιλοσό- φοις· καὶ εἴ τισι τούτων, καὶ πᾶσι· πασῶν τῶν ἀκο- λουθιῶν τούτων μοχθηρῶν τε οὐσῶν καὶ οὐδεμίαν ἀνάγκην τῆς θέσεως παραστῆσαι δυναμένων. καὶ ὅτι μὲν πᾶσαι μοχθηραί, ἐναργῶς αὐτόθεν τοῖς μὴ ἐρι- στικοῖς προσπίπτει. ἡμεῖς μέντοι τὰς μὲν ἤδη εὐθύ- ναντες, τὰς δὲ προῖόντος τοῦ λόγου ἐλέγξειν μέλλον- τες, νῦν τὸ περὶ τῶν θυσιῶν σκέμμα διευκρινήσομεν, τάς τε ἀρχὰς ὅθεν γεγόνασιν ἀφηγούμενοι, καὶ τίνες καὶ ποῖαι ἦσαν αἱ πρῶται, πῶς τε μετέβρλλον καὶ πότε, καὶ εἰ πάντα θυτέον τῷ φιλοσόφῳ, τίσιν τε θυ- σίαι αἱ διὰ τῶν ζῴων γίγνονται· καὶ ὅλως πᾶν τὸ πα- ρακείμενον, τὰ μὲν αὐτοὶ ἐφευρίσκοντες, τὰ δὲ παρὰ τῶν παλαιῶν λαμβάνοντες ἀναγράψομεν, τοῦ συμμέ- τρου καὶ οἰκείου τῇ ὑποθέσει στοχαζόμενοι κατὰ δύ- ναμιν. ἔχει δὲ οὕτως.

ἀνάριθμος μέν τις ἔοικεν εἶναι χρόνος, ἀφʼ οὗ τό γε πάντων λογιώτατον γένος, ὡς φησὶν Θεόφραστος, καὶ τὴν ἱερωτάτην ὑπὸ τοῦ Νείλου κτισθεῖσαν χώραν κατοικοῦν ἤρξατο πρῶτον ἁφοʼ Ἑστίας τοῖς οὐρανίοις θεοῖς θύειν οὐ σμύρνης οὐδὲ κασίας καὶ λιβανωτοῦ κρόκῳ μιχθέντων ἀπαρχάς· πολλαῖς γὰρ γενεαῖς ὕστερον παρελήφθη ταῦτα, καὶ πλάνης καὶ μαστὴρ ὁ ἄνθρωπος γιγνόμενος τῆς ἀναγκαίας ζωῆς μετὰ πολ- λῶν πόνων καὶ δακρύων σταγόνας τούτων ἀπήρξατο τοῖς θεοῖς· οὐ τούτων οὖν ἔθυον πρότερον, ἀλλὰ χλόης, οίονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι. δένδρα μὲν γὰρ δὴ πρὸ ζῴων ἀνέ- δωκεν ἡ γῆ,τῶν δένδρων δὲ πολὺ πρόσθεν τὴν ἐπέ- τειον γεννωμένην πόαν, ἧς δρεπόμενοι φύλλα καὶ ῥί- ζας καὶ τοὺς ὅλους τῆς φύσεως αὐτῶν βλαστοὺς κατέ- καιον, ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ

84
θυσία δεξιούμενοι καὶ διὰ τοῦ πυρὸς ἀπαθανατίζον- τες αὐτοῖς τὰς τιμάς. τούτοις γὰρ καὶ τὸ πῦρ ἀθάνα- τον ἐφύλαττον ἐν τοῖς ἱεροῖς, ὡς ὄν μάλιστα αὐτοῖς ὁμοιότατον. ἐκ δὲ τῆς θυμιάσεως τῶν ἀπὸ γῆς θυ- μιατήριά τε ἐκάλουν καὶ τὸ θύειν καὶ θυσίας· ἃ δὴ ἡμεῖς ὡς τὴν ὑστέραν πλημμέλειαν σημαίνοντα οὐκ ὀρθῶς ἐξακούομεν, τὴν διὰ τῶν ζῴων δοκοῦσαν θε- ραπείαν καλοῦντες θυσίαν. τοσοῦτον δὲ τοῖς παλαι- οἵς τοῦ μὴ παραβαίνειν τὸ ἔθος ἔμελεν, ὡς κατὰ τῶν ἐκλειπόντων τὸ ἀρχαῖον, ἐπεισαγόντων δὲ ἕτερον ἀρασαμένους, ἀρώματα τὰ θυμιώμενα προσαγορεύ- σοι. τὴν δὲ ἀρχαιότητα τῶν εἰρημένων θυμιαμάτων κατίδοι τις ἂν, ἐπιβλέψας ὅτι πολλοὶ καὶ νῦν ἔτι θύ- ουσι συγκεκομμένα τῶν εὐωδῶν ξύλων τινά. ὅθεν μετὰ τὴν ἐξ ἀρχῆς πόαν δενδροφυούσης ἤδη τῆς γῆς, πρώτης δρυὸς καρποφαγήσαντες, τῆς μὲν τροφῆς διὰ τὴν σπάνιν μικρά, τῶν δὲ φύλλων αὐτῆς πλείω τοῖς θεοἵς εἰς τὰς θυσίας ἀνὴπτον. μετὰ δὲ ταῦτα ὁ βίος ἐπὶ τὴν ἥμερον ἢδη τροφὴν μεταβαίνων καὶ θύματα τὰ ἐκ τῶν καρπῶν “ἅλις δρυὸςʼʼ ἔφη.

τοῦ δὲ Δημη- τρίου καρποῦ μετὰ τὸν χέδροπα πρώτου φανέντος κριθῶν, ταύταις ἀπʼ ἀρχῆς μὲν οὐλοχυτεῖτο κατὰ τὰς πρώτας θυσίας τὸ τῶν ἀνθρώπων γένος· ὕστερον δὲ ἐρεξαμένων τε αὐτὰς καὶ τὴν τροφὴν ψαισαμένων τὰ μὲν τῆς ἐργασίας ὄργανα θείαν τοῖς βίοις ἐπικουρίαν παρασχόντα κρύψαντες εἰς ἀπόρρητον, ὡς ἱεροἵς αὐ- τοῖς ἀπήντων. τοῦ δʼ ἀληλεμένου βίου παρὰ τὸν πρόσθεν μακαρισθέντος, ἀπήρξαντο τῆς ψαισθείσης τροφῆς πρῶτον εἰς πῦρ τοῖς θεοῖς. ὅθεν ἔτι καὶ νῦν πρὸς τῷ τέλει τῶν θυσιῶν τοῖς ψαισθεἵσι θυλήμασι χρώμεθα, μαρτυροῦντες μὲν τῷ πραττομένῳ τὴν ἐξ ἀρχῆς τῶν θυμάτων αὔξησιν, οὐ συνορῶντες δὲ τί-

85
νων χάριν τούτων ἕκαστα δρῶμεν. ἀφʼ ὧν ὁρμωμέ- νοις ἡμἴν, καὶ τῶν καρπῶν ἀλλὰ καὶ τῶν πυρῶν ἀφθο- νωτέρων γιγνομένων, προσετίθεντο πελάνων ἤδη καὶ τῶν λοιπῶν ἀπάντων ἀπαρχαὶ τοῖς θεοἴς εἰς τὰς θυσίας· πολλὰ μὲν ἀνθολογούντων, οὐκ ἐλάττω δὲ τούτων μιγνύντων τόκε, εἰ τι καλὸν εἶχον ἐν βίῳ καὶ πρέπον ὀσμῇ πρὸς θείαν αἴσθησιν. καὶ τὰ μὲν στέ- φοντες, τὰς δʼ εἰς πῦρ δωρούμενοι θείας ἑτέρας στα- γόνας οἴνου καὶ μέλιτος· ἔτι δʼ ἐλαίου ταἵς χρείαις ἀνευρίσκοντες ἀπήρχοντο καὶ τούτων τοῖς αἰτίοις θε- οῖς.

οἷς μαρτυρεῖν ἔοικεν καὶ ἡ Ἀθήνησιν ἔτι καὶ νῦν δρωμένη πομπὴ Ἡλίου τε καὶ Ὡρῶν. πομπεύει γὰρ εἰλυσπόα ἄγρωστις ἐπὶ πυρηνίων ἡγηρίας, ὄσπρια, δρῦς, μιμαίκυλα, κριθαί, πυροί, παλάθη ἡγητη- ρία, ἀλεύρων πυρίνων καὶ κριθίνων φθοῖς, ὀρθο- στάτης, χύτρος. πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρ- χῶν τοἵς ἀνθρώποις προιουσῶν παρανομίας, ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη, ὠμότη- τος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθʼ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀν- θρώπων καὶ τοὺς βωμοὺς αἰμιαξάντων, ἀφʼ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγὰρ οὖν τὸ δαιμόνιον, ὡς φησὶν ὁ Θεόφραστος, τούτων ἐκατέρων νεμεσῆσαν ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε τιμωρίαν. καθʼ ὃ οἱ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώ- πων, οἱ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηθὲν ἡμῶνβελτίους [*](3. πέλανα πέμματα ἐκ παιπάλης, ἥ ἐστι λεπτότατον ἄλευρον εἰς θυσίαν ἐπιτήδειον. ἢ οἱ μέλιτι δεδευμένοι καρποί. ἢ θεοὶ ἀπαρχαί τινες. ἢ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρός. καὶ τὸ πε- ριπεπηγὸς καὶ ἐξηραμένον ὀπῶδες δάκρυον, οἷον λιβανωτὸν καὶ κόμι. καὶ ὁ τοῦ μάντεως μισθὸς ὀβολός.)

86
ἡγεἵσθαι τὴν φύσιν εἶναι τοὺς θεούς· οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινές, οὐδεμίαν ἀπαρχὴν τῶν ὑπαρχόντων ποιούμενοι τοἵς θεοἵς· οἱ δὲ κακό- θυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων.

διʼ ὃ Θῶες μὲν οἱ ἐν μεθορίοις Θρᾴκης οίκήσαντες μηδενὸς ἀπαρ- χόμενοι μηδὲ θύοντες, ἀνάρπαστοι κατʼ ἐκεῖνον ἐγέ- νοντο τὸν χρόνον ἐξ ἀνθρώπων, καὶ οὔτε τοὺς οἰ- κοῦντας οὔτε τὴν πόλιν οὔτε τὸν τῶν οἰκήσεων θεμέ- λιον ἐξαίφνης οὐδεὶς εὑρεῖν ἐδύνατο·

  • ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐθέλεσκον
  • ἀλλήλων ἴσχειν, οὐδʼ ἀθανάτους θεραπεύειν
  • ἤθελον, οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,
  • ἣ θέμις ἀθανάτοις.
  • τοιγὰρ οὖν αὐτοὺς
  • Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς
  • οὐκ ἐδίδουν μακάρεσσιν
  • οὐδʼ ἀπήρχοντο τούτοις, καθάπερ ἦν δίκαιον. Βασ- σάρων δὲ δὴ τῶν τὸ πάλαι τὰς Ταύρων θυσίας οὐ μό- νον ζηλωσάντων, ἀλλὰ καὶ τῇ τῶν ἀνθρωποθυσιῶν βακχείᾳ βορὰν τούτων προσθεμένων (καθάπερ ἡμεῖς νῦν ἐπὶ τῶν ζῴων· ἀπαρξάμενοι γὰρ τὰ λοιπὰ δαῖτα τιθέμεθα), τίς οὐκ ἀκήκοεν ὅτι μετὰ μανίας προσπί- πτοντές τε καὶ δάκνοντες ἀλλήλους, ἔτι δὲ πρὸς ἀλή- θειαν αἱμοδαιτοῦντες οὐκ ἐπαύσαντο πρὶν τὸ γένος ἐξαναλῶσαι τῶν πρώτων παρʼ αὐτοῖς τῆς τοιαύτης ἁψαμένων θυσίας;

    ὑστέρα μὲν τοίνυν καὶ νεωτάτη ἡ διὰτῶν ζῴων θυσία, τὴν δὲ αἰτίανλαβοῦσα οὐκ εὐχά- ριστον ὡς ἡ ἐκ τῶν καρπῶν, ἀλλὰ λιμοῦ ἢτινος ἄλλης δυστυχίας περίστασιν. αὐτίκα τῶν κατὰ μέρος παρʼ Ἀθηναίοις ἀναιρέσεων αἱ αἰτίαι ἢ ἀγνοίας ἢ ὀργὰς ἢ φόβουςτὰς ἀρχὰς ἔχουσιν.τὴν μὲν γὰρ τῶν συῶν σφα-, γὴν ἀκουσίῳ ἁμαρτίᾳ Κλυμένης προσάπτουσιν, ἀπρο-

    87
    αιρέτως μὲν βαλούσης, ἀνελούσης δὲ τὸ ζῷον. διʼ ὃ καὶ εὐλαβηθέντα αὐτῆς τὸν ἄνδρα, ὡς παράνομον διαπεπραγμένης, Πυθῶδε ἀφικόμενον χρήσασθαι τῷ τοῦ θεοῦ μαντείῳ. τοῦ δὲ θεοῦ τῷ συμβάντι ἐπιτρέ- ψαντος, ἀδιάφορον λοιπὸν νομίσαι τὸ γιγνόμενον. ἐπι- σκόπῳ δέ, ὃς ἦν ἔκγονος τῶν θεοπρόπων, βουληθέντι προβάτων ἀπάρξασθαι, ἐπιτρέψαι μὲν φασὶ τὸ λόγιον, σὺν πολλῇ δὲ εὐλαβείᾳ. ἔχει γὰρ οὕτως·
  • οὔ σε θέμις κτείνειν ὀίων γένος ἐστὶ βέβαιον,
  • ἔγγονε θειοπρόπων· ὓ δʼ ἑκούσιον ἄν κατανεύσῃ
  • χέρνιβʼ ἐπιθύειν τὸ δʼ, ἐπίσκοπε, φημὶ δικαίως.
  • αἶγα δʼ ἐν Ἰκορίῳ τῆς Ἀττικῆς ἐχειρώσαντο πρῶ- τον, ὅτι ἄμπελον ἀπέθρισεν· βοῦν δὲ Δίομος ἔσφαξε πρῶτος,ἰερεύς ὢν τοῦ Πολιῶς Διός, ὅτι τῶν Διπο- λείων ἀγομένων καὶ παρεσκευασμένων κατὰ τὸ πά- λαι ἔθος τῶν καρπῶν ὁ βοῦς προσελθὼν ἀπεγεύσατο τοῦ ἱεροῦ πελάνου· συνεργοὺς γὰρ λαβὼν τοὺς ἄλ- λους ὅσοι παρῆσαν, ἀπέκτεινε τοῦτον. καὶ παρὰ μὲν Ἀθηναίοις τοιαῦται κατὰ μέρος ἀποδίδονται αἰτίαι, ἄλλαι δὲ παρʼ ἄλλοις λέγονται· πλήρεις δὲ πᾶσαι οὐκ εὐαγῶν ἀπολογιῶν. λιμὸν δὲ οἱ πλεῖστοι αἰτιῶνται καὶ τὴν ἐκ τούτου ἀδικίαν. διʼ ὃ γευσάμενοι τῶν ἐμ- ψύχων ἀπήρξαντο καὶ τούτων, εἰωθότες τῆς τροφῆς ἀπέχεσθαι. ὅθεν οὐδὲ πρεσβύτερον τὸ θυσιῶν ὑπάρ- χον τῆς ἀναγκαίας τροφῆς ἐκ τούτου ἀφορίζοι ἄν τοἵς ἀνθρώποις τὸ βρωτέον, ἑπόμενον δὲ οἷς ἐγεύσαντο καὶ ἀπήρξαντο, οὐκ ἀναγκάζοι προσίεσθαι ὡς εὐσε- βές, οὗ μὴ εὐσεβῶς τοῖς θεοῖς ἀπήρξαντο.

    μηνύει δὲ οὐχ ἥκιστα ἐξ ἀδικίας πᾶν τὸ τοιοῦτο λαβεῖν τὴν ἀρ- χὴν τὸ μὴ ἐν παντὶ ἔθνει τὰ αὐτὰ ἢ θύειν ἢ ἐσθίειν, ἐκ δὲ τῆς χρείας τῆς πρὸς αὐτοὺς στοχάζεσθαι τοῦ καθήκοντος. παρὰ γοῦν Αἰγυπτίοις καὶ οίνιξι θᾶττον

    88
    ἄν τις ἀνθρωπείων κρεῶν γεύσαιτο ἢ θηλείας βοός. αἴτιον δὲ ὅτι χρήσιμον τὸ ζῷων ὄν τοῦτο ἐσπάνιζεν παρʼ αὐτοἵς. διʼ ὃ ταύρων μὲν καὶ ἐγεύσαντο καὶ ἀπήρξαντο, τῶν δὲ θηλειῶν φειδόμενοι τῆς γονῆς ἕνεκα, ἐν μύσει τὸ ἅψασθαι ἐνομοθέτησαν· καίτοι γε τῆς χρείας ἐφʼ ἑνὸς καὶ ταὐτοῦ γένους τῶν βοῶν τό τε εὐσεβὲς καὶ τὸ ἀσεβὲς διώρισαν. ὧν δὴ τοῦτον ἐχόν- των τὸν τρόπον, εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμιψυχα τοὺς τῷ ὄντι εὐσεβεῖνἐθέλοντας, χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις.

    πρῶτον μὲν ὅτι ἐξ ἀνάγκης μείζονος, ὡς ἔφαμεν,ἡμᾶς καταλαβού- σης κατήρξαντο αὐτῶν· λιμοὶ γὰρ αἴτιοι καὶ πόλεμοι, οἵ καὶ τοῦ γεύσασθαι ἀνάγκην ἐπήγαγον. ὄντων οὦν τῶν καρπῶν, τίς χρεία τῷ τῆς ἀνάγκης χρῆσθαι θύ- ματι; ἔπειτα τῶν εὐεργεσιῶν τὰς ἀμοιβὰς καὶ τὰς χάριτας ἄλλοις μὲν ἄλλας ἀποδοτέον κατὰ τὴν ἀξίαν τῆς εὐποιίας, τοἵς δὲ εἰς τὰ μέγιστα ἡμᾶς εὖ πεποιη- κόσιν τὰς μεγίστας καὶ ἀπὸ τῶν τιμιωτάτων, καὶ μά- λιστα εἰ αὐτοὶ εἶεν τούτων πάροχοι. κάλλιστα δὲ καὶ τιμιώτατα ὧν ἡμᾶς οἱ θεοὶ εὖ ποιοῦσιν, οἱ καρποί· διὰ γὰρ τούτων ἡμᾶς σώζουσιν καὶ νομίμιως ζῆν παρέ- χουσιν· ὥστε ἀπὸ τούτων αὐτοὺς τιμητέον. καὶ μὴν θύειν δεἵ ἐκεῖνα, ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐ- θὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι χρὴ πᾶσιν. εἰ δὲ λέγοι τις ὅτι οὐχ ἧττον τῶν καρπῶν καὶ τὰ ζῷα ἡμῖν ὁ θεὸς εἰς χρῆσιν δέδωκεν, ἀλλ’ οὖν γε ἐπιθυομένων τῶν ζῴων φέρει τινὰ βλάβην αὐτοῖς, ἅτε τῆς ψυχῆς νοσφιζομένων. οὐ θυτέον οὖν ταῦτα· ἡ γὰρ θυσία ὁσία τίς ἐστι κατὰ τοὔνομα. ὅσιος δὲ οὐδεὶς ὅς ἐκ τῶν ἀλλοτρίων ἀποδίδωσι χάριτας, κἂν καρποὺς λάβη κἂν φυτά, μὴ ἐθέλοντος. πῶς γὰρ ὅσιον ἀδικουμένων τῶν ἀφαιρεθέντων; εἰ δὲ οὐδὲ καρπούς ὁ ἀφελόμε-

    89
    νος ἄλλων ὁσίως θύει, τά γε τούτων τιμιώότερα παν- τελῶς οὐχ ὅσιον ἀφαιρουμένους τινῶν θύειν· τὸ γὰρ δεινὸν οὕτω γίγνεται μεῖζον· ψυχὴ δὲ πολλῷ τιμιώ- τερον τῶν ἐκ γῆς φυομένων, ἣν ἀφαιρεῖσθαι θύοντα τὰ ζῷα οὐ προσῆκεν.

    ἀλλʼ ἴσως τις ἂν εἴποι ὅτι καὶ τῶν φυτῶν ἀφαιροῦμέν τι· οὔ; οὐχ ὁμοία ἡ ἀφαί- ρεσις· οὐ γὰρ παρὰ ἀκόντων. καὶ γὰρ ἡμῶν ἐασάν- των αὐτά, μεθίει τοὺς καρπούς· καὶ ἡ τῶν καρπῶν λῆψις οὐ μετʼ ἀπωλείας αὐτῶν, καθάπερ ὅταν τὰ ζῷα τὴν ψυχὴν πρόηται. καὶ τὴν παρὰ τῶν μελιττῶν δὲ τοῦ καρποῦ παραληψιν ἐκ τῶν πόνων ἡμῶν γιγνομέ- νην, κοινὴν ἔχειν προσήκει καὶ τὴν ὄνησιν. συνά- γουσι γὰρ αἱ μέλιτται ἐκ τῶν φυτῶν τὸ μέλι, ἡμεῖς δὲ αὐτῶν ἐπιμελούμεθα. διʼ ὃ καὶ δεῖ οὕτω μερίζε- σθαι, ὡς μηδεμίαν αὐταῖς γίγνεσθαι βλάβην. τὸ δʼ ἄχρηστον μὲν ἐκείναις, ἡμῖν δὲ χρήσιμον εἴη ἂν μι- σθὸς ὁ παρʼ ἐκείνων. ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις. καὶ γὰρ ἄλλως πάντα μὲν τῶν θεῶν ἐστίν, ἡμῶν δὲ δοκοῦσιν εἶναι οἱ καρποί· ἡμεῖς γὰρ καὶ σπεί- ρομεν αὐτοὺς καὶ φυτεύομεν κοί ταῖς ἄλλαις ἐπιμελεί- αις ἀνατρέφομεν. θυτέον οὖν ἑκ τῶν ἡμετέρων, οὐ τῶν ἀλλοτρίων· ἐπεὶ καὶ τὸ εὐδάπανον καὶ εὐπόριστον τοῦ δυσπορίστου ὁσιώτερον καὶ θεοῖς κεχαρισμένον, καὶ τὸ ῥᾷστον τοῖς θύουσιν πρὸς συνεχῆ εὐσέβειαν ἕτοιμον. τὸ τοίνυν μήθʼ ὅσιον μήτʼ εὐδάπανον οὐ πάνυ θυ- τέον, εἰ καὶ παρείη.

    ὅτι δʼ οὐ τῶν εὐπορίστων καὶ εὐδαπάνων τὰ ζῷα, θεωρητέον, εἰς τὸ πολὺ τοῦ γέ- νους ἡμῶν ὁρῶντας. οὐ γὰρ εἴ τινές εἰσι “πολύρρη- νες” καὶ “πολυβοῦται” τῶν ἀνθρώπων, τοῦτο σκε- πτέον· πρῶτον μὲν ὅτι πολλὰ τῶν ἐθνῶν οὐκ ἔκτηται τῶν θυσίμων ζῴων οὐθέν, εἰ μή τις τῶν ἀτίμων λέ- γοι· δεύτερον δὲ ὅτι τῶν ἐν αὐταῖς ταῖς πόλεσιν οἰ-

    90
    κούντων οἱ πλεῖστοι σπανίζουσι τούτων. εἰ δὲ καὶ τῶν ἡμέρων τις καρπῶν λέγοι σπανίζειν, ἀλλʼοὐ τῶν γε λοιπῶν τῶν ἐκ γῆς φυομένων· οὐδʼ οὕτω χαλε- πὸν τοὺς καρποὺς ὡς τὰ ζῷα πορίσασθαι. ῥᾴων γὰρ ὁ πόρος τῶν καρπῶν καὶ τῶν ἀπὸ γῆς ἢ ὁ τῶν ζῴων. τὸ δὲ εὐδάπανον καὶ εὐπόριστον πρὸς συνεχῆ εὐσέ- βειαν συντελεῖ καὶ πρὸς τὴν ἀπάντων.

    καὶ μαρτυρεῖ γε ἡ πεῖρα ὅτι χαίρουσιν τούτῳ οἱ θεοὶ ἢ τῷ πολυδα- πάνῳ. οὐ γὰρ ἄν ποτε τοῦ Θετταλοῦ ἐκείνου τοὺς χρυσόκερως βοῦς καὶ τὰς ἑκατόμβας τῷ Πυθίῳ προσ- ἀγοντος μᾶλλον ἔφησεν ἡ Πυθία τὸν Ἑρμιονέα κεχα- ρίσθαι θύσαντα τῶν ψαιστῶν ἐκ τοῦ πηριδίου τοῖς τρισὶ δακτύλοις. προσεπιβαλόντι δὲ διὰ τὸ ῥηθὲν τὰ λοιπὰ πάντα τῆς πήρας ἐπὶ τὰν βωμόν, εἶπε πάλιν ὅτι δὶς τόσον ἀπέχθοιτο τοῦτο δράσας ἢ πρότερον ἦν κε- χαρισμένος. οὕτω τὸ εὐδάπανον φίλον θεοῖς, καὶ μὰλ- λον τὸ δαιμόνιον πρὸς τὸ τῶν θυόντων ἦθος ἢ πρὸς τὸ τῶν θυομένων πλῆθος βλέπει.

    τὰ παραπλήσια δὲ καὶ Θεόπομπος ίστόρηκεν, εἰς Δελφοὺς ἀφικέσθαι ἄνδρα Μδάγνητα ἐκ τῆς Ἀσίας φάμενος, πλούσιον σφόδρα, κεκτημένον συχνὰ βοσκήματα. τοῦτον δʼ εἰ- θίσθαι τοἵς θεοῖς καθʼ ἕκαστον ἐνιαυτὸν θυσίας ποι- εἴσθαι πολλὰς καὶ μεγαλοπρεπεῖς· τὰ μὲν διʼ εὐπο- ρίαν τῶν ὑπαρχόντων, τὰ δὲ διʼ εὐσέβειαν καὶ τὸ βούλεσθαι τοῖς θεοῖς ἀρέσκειν. οὕτω δὲ διακείμενον πρὸς τὸ δαιμόνιον ἐλθεῖν εἰς Δελφούς, πομπεύσαντα δὲ ἑκατόμβην τῷ θεῷ καὶ τιμήσαντα μεγαλοπρεπῶς τὸν Ἀπόλλωνα παρελθεῖν εἰς τὸ μαντεῖον χρηστηρια- σόμενον· οἰόμενον δὲ κάλλιστα πάντων ἀνθρώπων θεραπεύειν τούς θεούς ἐρέσθαι τὴν Πυθίαν, τὸν ἄρι- στα καὶ προθυμότατα Ιὸ δαιμόνιον γεραίροντα θε- σπίσαι καὶ τὸν ποιοῦντα τὰς θυσίας προσφιλεστάτας,

    91
    ὑπολαμβάνοντα δοθήσεσθαι αὑτῷ τὸ πρωτεῖον. τὴ δὲ ίέρειαν ἀποκρίνασθαι, πάντων ἄριστα θεραπεύειν τοὺς θεούς Κλέαρχον κατοικοῦντα ἐν Μεθυδρίῳ τῆς Ἀρκαδίας. τὸν δʼ ἐκπλαγέντα ἐκτόπως ἐπιθυμῆσαι τὸν ἄνθρωπον ἰδεῖν καὶ ἐντυχόντα μαθεἵν, τίνα τρό- πον τὰς θυσίας ἐπιτελεῖ. ἀφικόμενον οὖν ταχέως εἰς τὸ Μεθύδριον πρῶτον μὲν καταφρονἦσοι μικροῦ καὶ ταπεινοῦ ὄντος τὸ μέγεθος τοῦ χωρίου, ἡγούμενον οὐχ ὅπως ἄν τινα τῶν ἰδιωτῶν, ἀλλʼ οὐδʼ ἂν αὐτὴν τὴν πόλιν δύνασθαι μεγαλοπρεπέστερον αὐτοῦ καὶ κάλλιον τιμῆσαι τοὺς θεούς. ὅμως δʼ οὖν συντυ- χόντα τῷ ἀνδρὶ ἀξιῶσαι φράσαι αὐτῷ, ὅντινα τρόπον τοὺς θεοὺς τιμᾷ. τὸν δὲ Κλέαρχον φάναι ἐπιτελεῖν καὶ σπουδαίως θύειν ἐν τοῖς προσήκουσι χρόνοις, κατὰ μιῆνα ἕκαστον ταῖς νουμηνίαις στεφανοῦντα καὶ φαιδρύνοντα τὸν Ἑρμῆν καὶ τὴν Ἑκάτην καὶ τὰ λοιπὰ τῶν ίερῶν, ἅ δὴ τοὺς προγόνους καταλιπεἵν, καὶ τι- μᾶν λιβανωτοῖς καὶ ψαιστοῖς καὶ ποπάνοις· κατʼ ἐνι- αυτὸν δὲ θυσίας δημοτελεῖς ποιεῖσθαι, παραλείποντα οὐδεμίαν ἑορτήν· ἐν αὐταῖς δὲ ταύταις θεραπεύειν τοὺς θεοὺς οὐ βουθυτοῦντα οὐδὲ ίερεῖα κατακόπτοντα, ἀλλʼ ὅ τι ἂν παρατύχῃ ἐπιθύοντα, σπουδάζειν μέντοι ἀπὸ πάντων τῶν περιγιγνομένων καρπῶν καὶ τῶν ὡραίων,ἃ ἑκ τῆς γῆς λαμβάνεται, τοῖς θεοῖς τὰς ἀπαρ- χὰς ἀπονέμειν· καὶ τὰ μὲν παρατιθέναι, τὰ δὲ καθα- γιζειν αὐτοῖς· αὐτὸν δὲ τῇ αὐταρκείᾳ προσεσχηκότα τοῦ θὔσαι βοῦς προνοεῖσθαι.

    [*](18. λιβανωτός ἐστι τὸ ἐκ Λιβάνου γιγνόμενον ἄρωμα. ψαιστὰ δέ εἰσιν ἄλφιτα ἐλαίῳ καὶ οἴνῳ δεδευμένα ἀπὸ τῆς τοῦ μύλου πε- ριψήσεως, ἅπερ ἐπεθυμίων τοῖς θεοῖς. πόπανα δὲ πλακουντία πλατέα καὶ λεπτὰ καὶ περιφερῆ.)
    92

    παρʼ ἐνίοις δʼ ἱστορεῖται τῶν συγγραφέων, τῶν Τυρρηνῶν μετὰ τὸ κρατῆσαι Καρχηδονίων ἑκατόμβας κατὰ πολλὴν ἔριν τὴν πρὸς ἀλλήλους ἐκπρεπεῖς παρα- στησάντων τᾷ Ἀπόλλωνι, εἶτα πυνθανομένων αἷς ἡσθείη μάλιστα, παρʼ ἐλπίδα πᾶσαν αὐτὸν ἀποκρίνα- σθαι, διότι τοῖς Δοκίμου ψαιστοῖς. Δελφὸς δὲ ἦν οὗ- τος, σκληρὰ γεωργῶν πετρίδια· κατιών δὲ ἀπὸ τοὔ χωρίου ἐκείνης τῆς ἡμέρας, ἐκ τῆς περικειμένης πή- ρας τῶν ἀλφίτων ὀλίγας δράκας ἐθυλήσατο, πλέον τέρψας τὸν θεὸν τῶν μεγαλοπρεπεῖς θυσίας συντελε- σάντων. ὅθεν καὶ τῶν ποιητῶν τισὶ διὰ τὸ γνώριμον ἀποφαίνεσθαι ἐδόκει τὰ τοιαῦτα, ὡς Ἀντιφάνει ἐν Μύστιδι λέγεται,

  • ταῖς εὐτελείαις οἱ θεοὶ χαίρουσι γάρ·
  • τεκμήριον δʼ· ὅταν γὰρ ἑκατόμβας τινὲς
  • θύωσιν, ἐπὶ τούτοις ἅπασιν ὕστατος
  • πάντων καὶ λιβανωτὸς ἐπετέθη.
  • ὡς τἄλλα μὲν τὰ πολλὰ παραναλούμενα
  • δαπάνην ματαίαν οὖσαν αὐτῶν οὕνεκα,
  • τὸ δὲ μικρὸν αὐτὸ τοῦτʼ ἀρεστὸν τοῖς θεοῖς.
  • καὶ Μένανδρος δʼ ἐν Δυσκόλῳ φησίν·
  • ὁ λιβανωτὸς εὐσεβὴς
  • καὶ τὸ πόπανον· τοῦτʼ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
  • ἅπαν τεθέν.
  • διὰ τοῦτο καὶ τοῖς κεραμεοῖς ἀγγείοις καὶ τοῖς ξυ- λίνοις καὶ πλεκτοῖς ἐχρῶντο καὶ μᾶλλον πρὸς τὰς δη- μοτελεῖς ἱεροποιίας, τοιούτοις χαίρειν πεπεισμένοι τὸ θεῖον. ὅθεν καὶ τὰ παλαιότατα ἤδη κεραμεᾶ καὶ ξύ- λινα ὑπάρχοντα μᾶλλον θεῖα νενόμισται διά τε τὴν [*](12. τοῦτο καὶ Σώπατρος προφέρει ἐν ταῖς ἐκλογαῖς τῶν ἱστο- ριῶν.)

    93
    ὕλην καὶ τὴν ἀφέλειαν τῆς τέχνης. τὸν γοῦν Αίσχύ- λον φασί, τῶν Δελφῶν ἀξιούντων εἰς τὸν θεὸν γρά- ψαι παιᾶνα, εἰπεῖν ὅτι βέλτιστα Τυννίχῳ πεποίη- ται· παραβαλλόμενον δὲ τὸν αὑτοῦ πρὸς τὸν ἐκείνου ταὐτὸν πείσεσθαι τοῖς ἀγάλμασιν τοῖς καινοῖς προς τὰ ἀρχαῖα· ταῦτα γὰρ καίπερ ἀφελῶς πεποιημένα, θεῖα νομίζεσθαι, τὰ δὲ καινὰ περιέργως εἰργασμένα θαυμάζεσθαι μέν, θεοῦ δὲ δόξαν ἧττον ἔχειν. καὶ τὸν Ἡσίοδον οὖν εἰκότως τὸν τῶν ἀρχαίων θυσιῶν νόμον ἐπαινοῦντα εἰπεῖν,
  • ὥς κε πόλις ῥέζῃσι, νόμος δʼ ἀρχαῖος ἄριστος.
  • οἱ δὲ τὰ περὶ τῶν ἱερουργιῶν γεγραφότες
  • θυσιῶν τὴν περὶ τὰ πόπανα ἀκρίβειαν φυλάττειν παραγγέλλουσιν, ὡς ἀρεστὴν τοῖς θεοῖς ταύτην ἢ τὴν διὰ τῶν ζῴων θυσίαν. καὶ Σοφοκλῆς διαγρά- φων τὴν θεοφιλῆ θυσίαν φησὶν ἐν τῷ Πολυΐδῳ,
  • ἦν μὲν γὰρ οἰὸς μαλλός, ἦν δʼ ἀμπέλου
  • σπονδή τε καὶ ῥὰξ εὖ τεθησαυρισμένη·
  • ἐνῆν δὲ παγκάρπεια συμμιγὴς ὀλαῖς
  • λίπος τʼ ἐλαίας καὶ τὸ ποικιλώτατον
  • ξουθῆς μελίσσης κηρόπλαστον ὄργανον.
  • σεμνὰ δʼ ἦν τῶν πρὶνὑπομνήματα ἐν Δήλῳ ἐξ Ὑπερ– βορέων ἀμαλλοφόρων. δεῖ τοίνυν καθηραμένους τὸ ἦθος ἰέναι θύσοντας, τοῖς θεοῖς θεοφιλεῖς τὰς θυ- σίας προσάγοντας, ἀλλὰ μὴ πολυτελεῖς. νῦν δὲ ἐσθῆτα μὲν λαμπρὰν περὶ σῶμα μὴ καθαρὸν ἀμφιε- σαμένοις οὐκ ἀρκεῖν νομίζουσι πρὸς τὸ τῶν θυσιῶν ἁγνόν ὅταν δὲ τὸ σῶμα μετὰ τῆς ἐσθῆτός τινες λαμπρυνάμενοι, μὴ καθαρὰν κακῶν τὴν ψυχὴν ἔχον- τες ἴωσι πρὸς τὰς θυσίας, οὐδὲν διαφέρειν νομί- ζουσιν, ὥσπερ οὐ τῷ θειοτάτῳ γε τῶν ἐν ἡμῖν χαί- ροντα μάλιστα τὸν θεὸν διακειμένῳ καθαρῶς, ἅτε
    94
    συγγενεῖ πεφυκϲτι. ἐν γοῦν Ἐπιδαύρῳ προεγέγρα- πτο,
  • ἁγνὸν χρὴ ναοῖο θυώδεος ἐντὸς ἰόντα
  • ἔμμεναι· ἁγνείη δʼ ἔστι φρονεῖν ὅσια.
  • ὅτι δὲ οὐ τῷ εὐόγκῳ χαίρει ὁ θεὸς τῶν θυσιῶν,
  • ἀλλὰ τῷ τυχόντι, δῆλον ἐκ τοῦ τῆς καθʼ ἡμέραν τρο- φῆς, κἂν ὁποία τις οὖν αὕτη παρατεθῇ, ταύτης πρὸ τῶν ἀπολαύσεων πάντας ἀπάρχεσθαι μικρὸν μέν, ἀλλὰ τῷ μικρῷ τούτῳ παντὸς μᾶλλον μεγάλη τίς ἐστι τιμή. διὰ πολλῶν δὲ ὁ Θεόφραστος ἐκ τῶν παρʼ ἑκά- στοις πατρίων ἐπιδείξας, ὅτι τὸ παλαιὸν τῶν θυσιῶν διὰ τῶν καρπῶν ἦν τῶν ἐπετείων πρότερον τῆς πόας λαμβανομένης, καὶ τὰ τῶν σπονδῶν ἐξηγεῖται τοῦτον τὸν τρόπον. τὰ μὲν ἀρχαῖα τῶν ἱερῶν νηφάλια παρὰ πολλοῖς ἦν (νηφάλια δʼ ἐστὶν τὰ ὑδρόσπονδα), τὰ δὲ μετὰ ταῦτα μελίσπονδα· τοῦτον γὰρ ἕτοιμον παρὰ μελιττῶν πρῶτον ἐλάβομεν τὸν ὑγρὸν καρπόν· εἶτʼ ἐλαιόσπονδα · τέλος δʼ ἐπὶ πᾶσιν τὰ ὕστερον γεγο- νότα οἰνόσπονδα.