Anonymi summaria ratio geographiae in sphaera intelligendae
Anonymi summaria ratio geographiae in sphaera intelligendae
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
7. Ἔδοξε δέ μοι καὶ τοῦτο διὰ σχήματος ὑποδεῖξαί σοι, ὡς ἂν ἔχῃς ἀκριβῆ τὴν περὶ τούτων εἴδησιν. Ἐπειδὴ γὰρ οὐκ ἔστι δυνατὸν τὸ σφαιροειδὲς εἰ μὴ σφαῖραν ἔχοις κατανοῆσαι, μέθοδόν τινα διεθέμεθα, πῶς δεῖ ἐν ἐπιπέδῳ τὴν τοῦ σφαιροειδοῦς καταλαβεῖν πραγματείαν.
8. Ἔστω τοίνυν κύκλος ὁ ἐκτὸς νοούμενος ὁ οὐράνιος, ὁ δ· ἰντὸς τὸ τῆς γῆς σχῆμα. Ἔστω σοι δὲ, ὡς ἔν ὑποδείγματι ὁ διὰ κοκκίνου, εἰς τέσσαρα μερισμὸς, δύσις μέν καὶ ἀνατολὴ ἡ Γτ καὶ ἡ ηΔ, ἡ δὲ Aa καὶ ἡ Βν τοῦ ἰσημερινοῦ τὰ ὑπέρ γῆν καὶ ὑπὸ γῆν μέρη.
Καὶ ταῦτα μέν ἐπὶ τοῦ κατὰ τὴν ἰσημερίαν ἡλιακοῦ δρόμου συντετάχαμεν, ὡς μὲν ἐμοὶ δοκεῖ καὶ σφόδρα γε ἁρμοδίως οὐκ οἶδα δὲ εἰ καὶ τοῖς πᾶσι τοῦτο δοκεῖ. Πλὴν ἴστω πᾶς τῶν ἀνατρέπειν ἐπιχειρούντων, ὡς οὐχ ὑπειληφότες ταῦτα γεγράφαμεν, ἁλλὰ ταῖς τῶν σοφῶν πειθόμενοι παραδόσεσιν, οἳ καὶ περὶ τούτων καὶ περὶ πολλῶν ἑτέρων φιλοπονώτερον ἐξηγήσαντο.