Protrepticus

Iamblichus

Iamblichus. Protrepticus. Pistelli, Ermenegildo, editor. Leipzig: Teubner, 1888.

ληʹ Τὸ δὲ μολόχην μεταφύτευε μέν, μὴ ἔσθιε δέ, αἰνίττεται μὲν ὅτι συντρέπεται τῷ ἡλίῳ τὰ τοιαῦτα φυτὰ καὶ παρατηρεῖν ἀξιοῖ τοῦτο, πρόσκειται δὲ τὸ μεταφύτευε, τουτέστιν ἐπιστὰς τῇ αὐτοῦ φύσει καὶ τῇ πρὸς τὸν ἥλιον διατάσει καὶ συμπαθείᾳ μὴ ἀρκοῦ [*](160 A.) μηδὲ ἐπίμενε μόνῳ τούτῳ, ἀλλὰ τὴν διάνοιαν μεταβίβαζε καὶ ὡσανεὶ μεταφύτευε καὶ ἐπὶ τὰ ὁμογενῆ φυτὰ καὶ λάχανα καὶ ἐπὶ τὰ μὴ ὁμογενῆ δὲ ζῷα ἤδη καὶ λίθους καὶ ποταμοὺς καὶ πάσας ἁπλῶς φύσεις· πολύχουν γὰρ εὑρήσεις καὶ πολύτροπον θαυμασίως δὲ δαψιλὲς τὸ τῆς τοῦ κόσμου ἑνώσεως καὶ συμπνοίας σημαντικόν, ὥσπερ ἀπὸ ῥίζης καὶ ἀφετῆρος τῆς μολόχης [*](378 K.) ὡρμημένος οὐ μόνον οὖν μὴ ἔσθιε μηδὲ ἀφάνιζε τὰς τοιαύτας παρατηρήσεις, ἀλλὰ καὶ αὖξε καὶ πληθοποίει δίκην μεταφυτεύοντος.

λθʹ Τὸ δὲ ἐμψύχων ἀπέχου ἐπὶ δικαιοσύνην προτρέπει καὶ πᾶσαν τὴν τοῦ συγγενοῦς τιμὴν καὶ τὴν τῆς ὁμοίας ζωῆς ἀποδοχὴν καὶ πρὸς ἕτερα τοιαῦτα πλείονα.

[*](4 διαβάθρας Scaliger(?); cf. Praef.: διὰ βάθρας || 19 δὲ delevi: γε scripsit K.)
126

Διὰ πάντων δὴ οὖν τούτων φανερὸς γέγονε καὶ ὁ διὰ τῶν συμβόλων προτρεπτικὸς τύπος ἔχων πολὺ τὸ ἀρχαιότροπον καὶ Πυθαγορικόν. ἀλλʼ ἐπεὶ διὰ πάντων διεξεληλύθαμεν τῶν προτρεπτικῶν τρόπων, ἐνταῦθα καταπαύομεν τοὺς εἰς παράκλησιν τείνοντας λόγους.