Protrepticus

Iamblichus

Iamblichus. Protrepticus. Pistelli, Ermenegildo, editor. Leipzig: Teubner, 1888.

ιη΄ Τὸ δὲ ἐπὶ χοίνικι μὴ καθέζου Πυθαγορικώτερον ἐκδέξαιτʼ ἄν τις ἐκ τῶν αὐτῶν τοῖς ἄνωθεν ὁρμώμενος. [*](1 τὸ addidit K || 3 τάχιστον ex apogr. Ciz. K || 8 ζωωδίας Scaliger: ξυνωδίας 13 ἐπιτρέφειν et περιορᾶν (cf. Cobet Obs. ad Dionys. Hal. p. 13) requirit Vitell || 21 ὄντως et 23 ἐναργέστερα A || 25 ἄρα addidit K.)

117
[*](147 A.) ἐπεὶ γὰρ σωματότητι καὶ ζῳωδίᾳ καὶ οὐ χοίνικι μετρητή ἐστιν ἡ τροφή, μὴ ἠρέμει μηδʼ ἀμύητος φιλοσοφίας διατέλει, ἀλλʼ εἰς ταύτην σαυτὸν δοὺς ἐκείνου μᾶλλον προνοοῦ τοῦ ἐν σοὶ θεοειδεστέρου, ὅ ἐστι ψυχή, καὶ πολὺ πρότερον τοῦ ἐν ταύτῃ νοῦ, ὧν τροφὴ οὐ χοίνικι ἀλλὰ θεωρίᾳ καὶ μαθήσει μετρεῖται.

ιθ΄ Τὸ δὲ γαμψώνυχον μηδὲν παράτρεφε Πυθαγορικώτερον συμβουλεύει· κοινωνικὸς ἴσθι, μεταδοτικός, [*](350 Κ.) καὶ τοὺς ἄλλους τοιούτους εἶναι παρασκεύαζε, διδόναι τι καὶ δέχεσθαι ἀκακοήθως καὶ ἀφθόνως ἐθίτικός, ἀλλὰ μὴ πάντα μὲν λαμβάνειν ἀπλήστως, διδόναι δὲ μηδέν. ἡ γὰρ τῶν γαμψωνύχων φυσικὴ διοργάνωσις λαβεῖν μὲν τάχιστα καὶ ῥᾳδίως δεδημιούργηται, ἀφεῖναι δὲ ἢ μεταδοῦναι οὐκέτι διὰ τὴν ἔνστασιν ἀγκύλων ὄντων τῶν ὀνύχων, ὃν τρόπον καὶ αἰ κρεάγραι πεφύκασιν ἐπισπᾶσθαι μὲν τάχιστα, ἀφιέναι δὲ δυσχερῶς, εἰ μή τις ἄρα ὑπερεπικλίνῃ αὐτὰς ἀναστρέφων. προσαρτηθεισῶν δὴ ἡμῖν ὑπὸ τῆς φύσεως τῶν χειρῶν, ἵνα διʼ αὐτῶν διδῶμέν τε καὶ δεχώμεθα κατὰ τὸν [*](148 Α.) κοινωνικὸν λόγον, καὶ τῶν δακτύλων ἁπλῶν πως καὶ οὐκ ἀγκύλων αὐταῖς προσπεφυκότων, οὐ μιμητέον ἐν τοῖς τοιούτοις τὰ γαμψώνυχα ἑτέρῳ τρόπῳ δημιουργηθέντα ὑπὸ τοῦ πλάσαντος, ἀλλὰ μᾶλλον κοινωνητέον ἀλλήλοις καὶ μεταληπτέον, προτρεπομένους εἰς τὸ τοιοῦτον ὑπʼ αὐτῶν τῶν τὰ ὀνόματα τιθεμένων, οἳ τὴν δεξιὰν τῶν χειρῶν ἐντιμοτέραν ὠνόμασαν οὐ μόνον ἀπὸ τοῦ δέχεσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ δεκτὴν ὑπάρχειν ἐν τῷ μεταδιδόναι. δικαιοπραγητέον ἄρα, διὰ δὲ τοῦτο [*](4 θεοειδεστάτου Rittershusius ad Porph. Vit. Pyth. p. 63 Kuster: cf. supra p. 15, 14 et 36, 11 || 8 〈καὶ〉 μεταδοτικός A. 28 τοῦτο ex apogr. Paris. K: τουʹ (═ τούτου).)

118
φιλοσοφητέον· ἀμοιβὴ γάρ τις καὶ ἀνταπόδοσις ἡ δικαιοσύνη, τὸ πλεονάζον καὶ ἐλλιπὲς ἀνταποδιδοῦσα διʼ ἀντισώσεως.

κ΄ Τὸ δὲ ἐν ὁδῷ μὴ σχίζε δηλοῖ ὅτι ἕν μὲν τὸ [*](352 K.) ἀληθές, πολυσχιδὲς δὲ τὸ ψεῦδος· δῆλον δὲ ἐκ τοῦ τὸ μέν τι ἕκαστον μοναχῶς λέγεσθαι εἴπερ ὑγιῶς λέγοιτο, τὸ δέ τι οὐχὶ ἕκαστον ἀπείροις τρόποις. ὁδὸς δὴ ἡ φιλοσοφία δοκεῖ εἶναι. λέγει οὖν ὅτι αἱροῦ φιλοσοφίαν ἐκείνην καὶ τὴν ἐπὶ σοφίαν ὁδόν, ἐν ᾗ οὐ σχίσεις οὐδὲ ἀντιλεγόμενα δογματίσεις, ἀλλὰ ἑστῶτα καὶ τὰ αὐτὰ ἑαυτοῖς ἀποδείξει ἐπιστημονικῇ βεβαιωθέντα διὰ μαθημάτων καὶ θεωρίας, ὅ ἐστι Πυθαγορικῶς φιλοσόφει. δύναται δὲ καί, — ἐπειδὴ ἡ διὰ τῶν [*](149 Α.) σωματικῶν καὶ αἰσθητῶν χωροῦσα φιλοσοφία, ᾗ οἱ νεώτεροι κατακόρως χρῶνται καὶ τὸν θεὸν καὶ τὰς ποιότητας καὶ τὴν ψυχὴν καὶ τὰς ἀρετὰς καὶ ἀπλῶς πάντα τὰ ἐν τοῖς οὖσιν αἴτια κυριώτατα νομίζοντες σῶμα εἶναι, εὐολίσθητός ἐστι καὶ εὐανάτρεπτος, ὡς δηλοῦσιν αἰ τῶν δοκούντων τι λέγειν περὶ αὐτῆς ποικιλώταται ἐπιχειρήσεις· ἡ δὲ διὰ τῶν ἀσωμάτων καὶ νοητῶν ἀύλων τε καὶ ἀιδίων τὴν προχώρησιν ποιουμένη, [*](354 K.) τῶν τε ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων καὶ οὐδέποτε ὅσον ἐπʼ αὐτοῖς φθορὰν ἢ μεταβολὴν ἐπιδεχομένων, ὁμοία τοῖς ὑποκειμένοις ἀδιάπτωτός ἐστι καὶ εὐσταθής, ἑδραίας καὶ ἀκλινοῦς ἀποδείξεως δημιουργός, — συμβουλεύει τοίνυν ἡμῖν τὸ παράγγελμα, ἐπειδὰν φιλοσοφῶμεν καὶ τὴν δηλουμένην ὁδὸν ἀνύωμεν, ψεύγειν μὲν τὴν τῶν σωματικῶν καὶ πολυσχιδῶν ἐπιβολὴν καὶ ἀποδοχήν, προσοικειοῦσθαι δὲ τῇ τῶν [*](10 σχίσεις Vulcanius: σχίσις || 20 διὰ addidit K.)

119
ἀσωμάτων οὐσίᾳ τῇ οὐκ ἔστιν ὅτε οὐχὶ ἑαυτοῖς ὁμοίων διατελούντων διὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς φύσει ἀλήθειαν καὶ ἀδιαπτωσίαν.

[*](150 Α.)

κα΄ Τὸ δὲ χελιδόνα οἰκίᾳ μὴ δέχου συμβουλεύει· ῥᾴθυμον καὶ μὴ διηνεκῶς φιλοπονοῦντα μηδὲ ἐπίμονον αἱρετιστὴν καὶ γνώριμον εἰς τὰ σὰ δόγματα μὴ ἐπιδέχου, δεόμενα συνεχοῦς καὶ εὐτονωτάτης προσοχῆς καὶ φερεπονίας διὰ τὴν τῶν ἐν αὐτοῖς ποικίλων μαθημάτων [*](356 Κ.) ἐξαλλαγὴν καὶ περιπλέκειαν. εἰκόνι δὲ ῥᾳθυμίας καὶ ἐγκοπῆς χρόνων χελιδόνι κέχρηται, ὅτι μέρος τι τοῦ ἐνιαυτοῦ αὕτη ἐπιφοιτᾷ ἡμῖν καὶ ὡσανεὶ ἐπιξενοῦται πρὸς βραχὺν καιρόν, τὸ δὲ πλεῖον ἀφίσταται καὶ ἀφανὴς ἡμῖν ὑπάρχει.

κβʹ Τὸ δὲ δακτύλιον μὴ φόρει ἀκολούθως τῷ Πυθαγορικῷ ἀρέσκοντι ἕλκομεν εἰς τὴν παράκλησιν οὕτως· ἐπεὶ δεσμοῦ τρόπῳ περίκειται τοῖς φοροῦσιν ὁ δακτύλιος, ἴδιον ἔχων τὸ μὴ ἄγχειν μηδὲ κακουχεῖν ἀλλά πως ἁρμόζειν καὶ προσφυῶς ἔχειν, δεσμὸς δὲ τοιοῦτός τις καὶ τὸ σῶμα τῇ ψυχῇ ὑπάρχει, τὸ οὖν δακτύλιον μὴ φόρει φιλοσόφει φησὶν ὡς ἀληθῶς [*](151 A.) καὶ χώριζε τοῦ περικειμένου δεσμοῦ τὴν ψυχήν· μελέτη γὰρ θανάτου καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος ἡ φιλοσοφία. τὴν ἄρα Πυθαγορικὴν μέτιθι σπουδῇ μεγάλῃ, τὴν ἀφιστᾶσαν ἑαυτὴν διὰ τοῦ νοῦ ἀπὸ σωματικῶν πάντων καὶ περὶ τὰ νοητὰ καὶ ἄυλα διὰ τῶν θεωρητικῶν μαθημάτων καταγιγνομένην· ἀλλὰ καὶ ἀπόλυε σαυτοῦ τὰ ἁμαρτήματα καὶ ἀνθολκὰ καὶ κωλυσιεργὰ [*](358 Κ.) τοῦ φιλοσοφεῖν σαρκὸς ἀσχολήματα τροφάς τε ὑπερβαλλούσας καὶ πληθώρας ἀκαίρους, δεσμοῦ τρόπον τὸ [*](1 τῇ 〈τῶν〉 οὐκ Κ || 27 ἀνθουλκὰ.)

120
σῶμα καταλαμβανούσας νοσοκομίας τε καὶ ἀσχολίας ἀδιαλείπτους ἐμποιούσας.

κγ΄ Τὸ δὲ θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ κατὰ τὴν προλεχθεῖσαν ἔννοιαν προτροπῇ χρῆται τοιᾷδε· φιλοσόφει καὶ ἀσωμάτους πρὸ παντὸς ἡγοῦ θεοὺς ὑπάρχειν· τὸ γὰρ κυριώτατον ῥίζωμα τῶν Πυθαγορικῶν δογμάτων τοῦτʼ ἐστίν, ἐξ οὐ τὰ πάντα σχεδὸν ἤρτηται καὶ ὑφʼ οὗ μέχρι τέλους κρατύνεται· μὴ νόμιζε δὲ μορφαῖς αὐτοὺς κεχρῆσθαι ὅσαι εἰσὶ σωματικαί, μηδὲ προσδεδέσθαι ὑποστάσει ὑλικῇ καὶ οἷον δεσμῷ ὑλικῷ σώματι, ὥσπερ τὰ ἄλλα ζῷα. αἱ δὲ ἐπὶ δακτυλίοις γλυφαὶ τόν τε δεσμὸν διʼ αὐτοῦ τοῦ δακτυλίου ἐμφαίνουσι καὶ τὴν σωματότητα τό τε αἰσθητὸν εἶδος [*](152 Α.) καὶ ὡσανεί τινος τῶν ἐπὶ μέρους ζῴων διὰ τῆς γλυπτῆς προσόψεως, ἧς χωριστέον μάλιστα τὸ τῶν θεῶν γένος ὡς ἀίδιόν τε καὶ νοητὸν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ ἔχον, ὡς ἐν τῷ Περὶ θεοῦ ἰδίως καὶ 360 Κ πληρέστατα τεχνολογεῖται.

κδ΄ Τὸ δὲ παρὰ λύχνον μὴ ἐσοπτρίζου Πυθαγορικώτερον συμβουλεύει τὸ φιλοσόφει μὴ προστρέχων μὴ ταῖς κατʼ αἴσθησιν φαντασίαις, αἵτινες φῶς μέν τι περὶ τὰς καταλήψεις ποιοῦσι, λυχνοειδὲς μέντοι καὶ οὐχὶ φυσικὸν οὐδὲ ἀληθές, ἀλλὰ μᾶλλον ταῖς κατὰ τὸ νοητικὸν ἐπιστημονικαῖς, ἀφʼ ὧν λαμπροτάτη τις εὐαυγία καὶ ἀδιάπταιστος περὶ τὸ τῆς ψυχῆς ὄμμα συνίσταται --- ἐξ ἁπάντων τῶν νοημάτων καὶ τῆς περὶ ταῦτα θεωρίας, ἀλλʼ οὐκ ἐκ τῶν σωματικῶν καὶ αἰσθητῶν· ἐν συνεχεῖ γὰρ ταῦτα ῥύσει καὶ μεταβολῇ πολλάκις [*](10 προσδεδέσθαι Vitelli: προσδέχεσθαι || 14 ὡς ἂν εἴ || 20 alterum μὴ delendum || 24 λαπρο΄ (h. e. proparoxyton.) 26 lacunam signavi.)

121
ἐδηλώθη κατʼ οὐδένα τρόπον μόνιμα καὶ τὰ αὐτὰ ἑαυτοῖς [*](153 A.) ὑπάρχοντα, ἵνα καὶ βεβαίαν ἐπιστημονικήν τε ὑπομείνῃ κατάληψιν καὶ ἐπίγνωσιν ὡς ἐκεῖνα.

κε΄ Τὸ δὲ περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπίστει [*](362 Κ.) μηδὲ περὶ θείων δογμάτων προτρέπει μετιέναι καὶ κτᾶσθαι ἐκεῖνα τὰ μαθήματα, διʼ ἃ οὐκ ἀπιστήσεις οὐκέτι περὶ θεῶν καὶ περὶ θείων δογμάτων ἔχων τὰ μαθήματα καὶ τὰς ἐπιστημονικὰς ἀποδείξεις.

κϚ΄ Τὸ δὲ ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι δηλοῖ κρατεῖν τῶν παθῶν διὰ λόγου φιλοσόφου ἐπέχειν τε τὸ εὐμετάβλητον καὶ οὐ μόνιμον τῶν ἀνθρωπίνων παθῶν· ὑπομίμνῃσκε δὲ σαυτὸν τοῦ ὀρθοῦ λόγου, μήτε ἄρα εὐτυχίαις ἐπιχαυνοῦ μήτε συμφοραῖς συνταπεινοῦ ἐν οὐθετέρῳ μεταβολῆς ἔννοιαν ὑπολογιζόμενος. τὸν δὲ γέλωτα ὑπὲρ πάντων τῶν παθῶν ὠνόμασεν, ὅτι μόνος μάλιστα ἐκφανῶς μηνύεται, ὥσπερ τι ἐπάνθημα ὑπάρχων καὶ ἐπίφλεγμα μέχρι προσώπου τῆς διαθέσεως. ἴσως δὲ παραγγέλλει, ἐπειδὴ ἀνθρώπου ἴδιον παρὰ τὰ ἄλλα ζῷα οὗτος (ὁρίζονται γοῦν τινες ζῷον αὐτὸ γελαστικὸ εἶναι), δηλοῦται ὑπὸ τοῦ παραγγέλματος τὸ μὴ [*](154 A.) ἐπιμόνως καὶ ἀμεταβλήτως τῇ ἀνθρωπότητι ἔμμενε, [*](364 Κ.) ἀλλὰ μίμησιν θεοῦ κατὰ τὸ δυνατὸν κτῶ φιλοσοφῶν καὶ τοῦ ἰδιώματος τούτου τῶν ἀνθρώπων ὑπεκχωρῶν προκρίνων τε τὸ λογικὸν τοῦ γελαστικοῦ εἰς διάκρισιν καὶ διαφορὰν πρὸς τὰ λοιπὰ ζῷα.

κζ΄ Τὸ δὲ παρὰ θυσίᾳ μὴ ὁνυχίζου περὶ φιλίας ἐστὶ προτρεπτικόν· τῶν γὰρ οἰκείων καὶ προσηκόντων [*](4—8 Τὸ δὲ — ἀποδείξεις] ῾ Per auctoris nostri negligentiam factum videtur ut quae supra [ p. 110, 6 sqq.] copiosius sunt explicata hic brevissimis repetanturʼ adnotat K: equidem deleverim || 7 ἔχων] fort. ἤγουν; cf. p. 111, 15 || 18 παραγγέλλει delevit Scaliger || 19 αὐτὸν emendat K.)

122
ἡμῖν ἐξ αἵματος οἱ μὲν ἔγγιστα γένους εἰσὶν ἀδελφοὶ καὶ τέκνα καὶ γονεῖς, ἐοικότες τοῖς μέρεσιν ἡμῶν ἅπερ ἀφαιρεθέντα ἄλγημα οὐ τὸ τυχὸν παρέχει καὶ κολούρωσιν, οἷον δάκτυλοι χεῖρες ὦτα ῥὶν καὶ τὰ ὅμοια· οἱ δʼ ἐξ ἀποστήματος πολλοῦ προσῳκειωμένοι, οἷον ἀνεψιάδαι ἢ πατραδέλφων γαμβροντιδεῖς ἢ τοιοῦτοί τινες, ἐοίκασιν ἑκάστου ἡμῶν τοῖς μέρεσιν ὧν τεμνομένων ἄλγησις οὐδεμία παραγίνεται, οἷον θριξὶ καὶ ὄνυξι καὶ τοῖς ὁμοίοις. βουλόμενος οὖν ἐκείνους τοὺς συγγενεῖς δηλῶσαι τοὺς παρὰ τὸν ἄλλον χρόνον ἠμελημένους διὰ τὴν ἀπόστασιν, τοῖς ὄνυξιν ἐχρήσατο καὶ εἶπε· μὴ ἀποτίθεσο παντάπασι τούτους, ἀλλʼ ἔν γε θυσίαις, εἰ καὶ τῷ ἄλλῳ χρόνῳ παρημελήθησαν, πρόσαγε [*](366 K.) αὐτοὺς σαυτῷ καὶ ἀνανέου τὴν οἰκειότητα.

κηʹ Τὸ δὲ δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε μὴ [*](155 A.) ὄρεγε ῥᾳδίως φησὶ δεξιάν, τουτέστι μὴ ἀνάσπα μηδὲ ἀνιμᾶν ἐπιχείρει δεξιὰν ὀρέγων τοῖς ἀνεπιτηδείοις καὶ ἀνοργιάστοις, ἔτι δὲ διὰ παιδευμάτων τε καὶ διδαγμάτων, ἃ πολλῷ χρόνῳ δοκιμασθεῖσιν ἀξίοις εἶναι τοῦ μεταλαβεῖν ἐγκρατείας τε καὶ πενταετοῦς σιωπῆς καὶ τῆς ἄλλης βασάνου μόγις δίδοται.

κθ΄ Τὸ δὲ στρωμάτων ἐξαναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε τοῦτο παραγγέλλει, ὅτι φιλοσοφεῖν ἐπιβαλλόμενος νοητοῖς λοιπὸν καὶ ἀσωμάτοις προσοικείου σεαυτόν. ἐκ τοῦ οὖν τῆς ἀμαθίας ὕπνου καὶ νυκτοειδοῦς σκότους ἐξανιστάμενος μηδὲν συνεπισπῶ σεαυτῷ σωματικὸν εἰς τὸ τῆς φιλοσοφίας [*](5 προσοικειωμένοι(sic), cf. Kühner I 497 sq. || 6 γαμβροτιδεῖς ex apogr Ciz. K || 12 sq. ἔν γε θυσίαις, εἰ scripsit K: εἴ τε θυσίαις ἢ || 14 fort. ἀνανεοῦ || 15 παντὶ p. 108, 2: πάρϋ τι 18 ἔτι δὲ] λέγει δὲ? ῾ probabilius lacunam statuas ante ἔτι Vitelli.)

123
ἡμεροειδές, ἀλλὰ πάντα τὰ τοῦ ὕπνου ἐκείνου ἴχνη τῆς μνήμης τῆς σεαυτοῦ ἐκκάθαιρε καὶ ἐξαφάνιζε.

[*](368 K.)

λ΄ Τὸ δὲ καρδίαν μὴ τρῶγε σημαίνει τὸ μὴ δεῖν τὴν ἕνωσιν τοῦ παντὸς καὶ τὴν σύμπνοιαν διασπᾶν, [*](156 Α.) καὶ ἔτι μᾶλλον τὸ μὴ ἴσθι βάσκανος, ἀλλὰ φιλάνθρωπος καὶ κοινωνικός. ἐκ δὲ τούτου φιλοσοφεῖν παραινεῖ· μόνη γὰρ αὕτη ἐπιστημῶν καὶ τεχνῶν οὔτε ἐπιλυπεῖται ἀγαθοῖς ἀλλοτρίοις οὔτε ἐπιχαίρει κακοῖς τοῖς πέλας, ἄτε φύσει συγγενεῖς καὶ οἰκείους ὁμοιοπαθεῖς τε καὶ κοινῇ ὑποκειμένους τύχῃ ἀπροόρατόν τε τὸ μέλλον ἔχοντας τοὺς ἀνθρώπους πάντας ὁμαλῶς ἀποφαίνουσα· διόπερ συμπαθεῖς τε καὶ φιλαλλήλους παραγγέλλει εἶναι, κοινωνικόν τε ὡς ἀληθῶς καὶ λογικὸν ζῷον.

λαʹ Τούτῳ δὲ ἔοικε καὶ τὸ ἐγκέφαλον μὴ ἔσθιε· καὶ γὰρ αὐτὸς οὗτος ἡγεμονικόν ἐστι τοῦ φρονεῖν ὄργανον. αἰνίττεται οὖν ὡς οὐ δεῖ καλῶς βεβουλευμένα πράγματα καὶ δόγματα διασιλλαίνειν μηδὲ διαδάκνειν, καλῶς δʼ ἂν εἴη βεβουλευμένα τὰ διὰ φρενῶν [*](370 Κ.) καὶ τοῦ κατʼ αὐτὸ τὸ νοεῖν ἡγεμονικοῦ συνεσκεμμένα, ἴσον τῷ ἐπιστημονικά. οὐ γὰρ διὰ τῶν τοῦ ἀλόγου τῆς ψυχῆς εἴδους ὀργάνων, καρδίας καὶ ἥπατος, ἀλλὰ διὰ τοῦ καθαροῦ τοῦ λογιστικοῦ τὰ τοιαῦτα ἐθεωρήθη· [*](157 Α.) διόπερ ἀβουλία τὸ ἀντικόπτειν αὐτοῖς. σέβεσθαι δὲ μᾶλλον κελεύει τὸ σύμβολον τὴν τῶν φρενῶν πηγὴν καὶ τὸ τῷ νοεῖν προσεχέστατον ὄργανον, διʼ οὗ θεωρίαν τε καὶ ἐπιστήμην καὶ τὸ σύνολον σοφίαν κτώμεθα καὶ ὡς ἀληθῶς φιλοσοφοῦμεν, καὶ μὴ συγχεῖν μηδὲ ἀφανίζειν τὰ διʼ αὐτοῦ ἴχνη.

[*](8 τοῖς] τῶν coni. Gyraldus (Οpp. lI 481) et Ritershusius p. 62 Κust.(227 Κiessl.): fortasse τοῖς τῶν || 22 ἐθεωρη || 27 συγχεῖν Vulcanius: συνέχειν.)
124

λβ΄ Τὸ δὲ ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμάτων κατάπτυε λέγει τοῦτο· εὐκαταφρόνητα τὰ σύμφυτα μέν σοι, ἀψυχότερα δέ πως, ὥσπερ τιμιώτερα τὰ ψυχικώτερα· οὕτως δὴ καὶ ἐπειδὰν φιλοσοφεῖν ἐπιβάλῃ, προτίμα μὲν τὰ διὰ ψυχῆς καὶ νοῦ ἄνευ αἰσθητηρίων ἀποδεικνύμενα διὰ θεωρηματικῆς ἐπιστήμης, καταφρόνει δὲ καὶ κατάπτυε τῶν ἄνευ νοητικοῦ φωτὸς δοξαζομένων διὰ τῶν συμφύτων ψιλῶς αἰσθητηρίων, ἃ μηκέτι εὐτονεῖ τῇ τοῦ νοῦ ἀιδιότητι παρομαρτεῖν.

λγ΄ Τὸ δὲ ἐρυθῖνον μὴ προσλαμβάνου φαίνεται [*](372 Κ.) πρὸς τὴν τοῦ ὀνόματος ἐτυμολογίαν ψιλὴν συμβεβλῆσθαι. [*](158 Α.) ἀπηρυθριακότα γὰρ καὶ ἀναίσχυντον μὴ ἐπιδέχου ἄνθρωπον, ἢ ἐκ τοῦ ἐναντίου καταπλῆγα καὶ ἐν παντὶ καθʼ ὑπερβολὴν ἐρυθριῶντα καὶ ταπεινούμενον ὑπό τε νοῦ καὶ ἀσθενοῦς διανοίας. διὰ δὲ τούτου νοεῖται τὸ μὴ αὐτὸς τοιοῦτος ἴσθι.

λδ΄ Τὸ δὲ χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε σημαίνει συγχύσεως καὶ παχυτῆτος, ὅπερ ἐστὶ σωματικῶν καὶ αἰσθητῶν ἀποδείξεων, ἐκλανθάνεσθαι φιλοσοφεῖν ἐπιβαλλόμενον, νοηταῖς δὲ χρῆσθαι μᾶλλον ἀποδείξεσιν. ἡ δὲ σποδὸς ἀντὶ τῆς κόνεως τῆς ἐπὶ τοῖς ἄβαξι παρελήφθη, ἐφʼ ἧς αἱ ἀποδείξεις συμπεραίνονται.

λε΄ Χρυσὸν δὲ ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνοποιίᾳ, οὐ γυναικὶ λέγει, ἀλλʼ αἱρέσει καὶ φιλοσοφίᾳ, ᾗπέρ ἐστι πολὺ τὸ σωματικὸν καὶ κατάφορον εἰς βαρύτητα. [*](374 Κ.) πάντων γὰρ τῶν ἐπὶ γῆς βαρύτατον χρυσὸς καὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς διωκτικόν, ὅπερ βάρους σωματικοῦ ἴδιον. τὸ δὲ πλησιάζειν οὐ μόνον συγγίνεσθαι, [*](159 Α.) ἀλλὰ καὶ συνεγγίζειν ἐστὶ καὶ πλησίον καθίστασθαι.

[*](10 ἐρυθρῖνον (littera ρ ex corr.). cf. ad p. 108, 8 22 ἰφʼ ἧς κτλ cf Vit. Pyth p. 18, 13 sq. Nk.)
125

λϛʹ Τὸ δὲ προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ τριώβολον παραγγέλλει τοῦτο· φιλοσόφει καὶ μαθήματα μέτιθι μὴ παρέργως, καὶ διʼ αὐτῶν ὥσπερ διαβάθρας ἐπὶ τὸ προκείμενον χώρει· κατάπτυε δὲ τῶν προτιμωμένων καὶ πρεσβευομένων τοῖς πολλοῖς, καὶ προτίμα τὴν Ἰταλικὴν φιλοσοφίαν τὴν τὰ ἀσώματα καθʼ αὑτὰ θεωροῦσαν τῆς Ἰωνικῆς τῆς τὰ σώματα προηγουμένως ἐπισκοπουμένης.

[*](376 K.)

λζ΄ Τὸ δὲ κυάμων ἀπέχου συμβουλεύει φυλάττεσθαι πᾶν ὅσον ἐστὶ φθαρτικὸν τῆς πρὸς θεοὺς ὁμιλίας καὶ τῆς θείας μαντικῆς.