Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. τὸν ζωοποιὸν Δεσπότην, Θεὸν Λόγον,
  2. ἀφθαρτίσοντα τὸ φθαρὲν φιλαγάθως
  3. καὶ ζωοποιήσοντα τὸ βροτῶν γένος·
  4. μένοντος αὐτοῦ δ’ ἀκενώτου τοῦ Λόγου
  5. ἥδ’ οὐκ ἂν ἐκπέφηνε μήτηρ Δεσπότου
  6. καὶ τόνδε νῦν ὁρῶσα πάσχοντ’ ἀδίκως
  7. θρηνοῦσ’ ἀνηλάλαζε τετρυχωμένη.
  8. Πρόσωπα γοῦν δράματός εἰσί μοι τάδε·
  9. μήτηρ πάναγνος, παρθένος μύστης, κόραι
  10. αἱ συμπαροῦσαι μητρὶ τῇ τοῦ Δεσπότου.

(Τὰ τοῦ δράματος πρόσωπα· Θεοτόκος χορὸς παρθένων ὁ ἄγγελος ἡμιχόριον ἕτερον ᾐμιχόριον ὁ Χριστός ὁ θεόλογός ὁ Ἰωσήφ ὁ Νικόδημος ἡ Μαγδαληνή [ὁ νεανίσκος] ἡ κουστωδία [*](26 Act, Pilati Β 10, 4.) [*](24 ἀκεν. corr. ex αμεν. V. 25 ἡ δ᾿ VD. μήτερ D. 27 θρηνούσαν ἐλάλαζε τετρεχωμένη D. 28 δάτε D. 30 τοῦ om. Matrit. et Bladus. Personarum elenchum edo ex V. Νοη est poëtae ipsius. Deest in ceteris, etiam in Matrit. et apud Bladum. Codex δράματις et μαγδαλινή et προλογίζι. Non unus nuntius, sed plures loquuntur, ὁ νεανίσος addidi ex v. 2128. Elenchi loco B: ὐπόθεσις τοῦ δράματος. Προλογίξει ὑπεράγιος μήτηρ τοῦ ἀληθινοῦ ἡμῶν φῶτος τοῦ κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ.—D rubro: ἀρχὴ τοῦδου δράματος. Προ-)

28
συναγωγὴ ἀρχιερέων καὶ ὁ Πιλᾶτος. Προλογίζει ἡ μητροπάρθενος.)

ΘΕΟΤΟΚΟΣ.
  1. Εἴθ᾿ ὤφελ’ ἐν λειμῶνι μηδ’ ἕρπειν ὄφις,
  2. μηδ’ ἐν νάπαισι τοῦδ’ ὑφεδρεύειν δράκων
  3. ἀγκυλομήτης· οὐ γὰρ ἂν πλευρᾶς φῦμα,
  4. μήτηρ γένους δύστηνος ἠπατημένη,
  5. τόλμημα τολμᾶν παντάτολμον ἀνέτλη,
  6. ἔρνους ἔρωτι θυμὸν ἐκπεπληγμένη,
  7. θεώσεως πεισθεῖσα τυχεῖν αὐτόθεν,
  8. οὐδ’ ἂν φαγεῖν πείσασα καρποῦ τὸν πόσιν
  9. τοῦ μηδὲ συμφέροντος αὐτίκα σφίσι
  10. λειμῶνος ἐξῴκιστο τοῦ πανολβίου,