Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. καὶ χάρμα δείξει λαμπρὸν ἤματι τρίτῳ.
  2. οἶδάς τε σὺ μάλιστα τέρμα δρωμένων·
  3. θήσει δὲ λύπης ἀντὶ τῆσδε καὶ γόων
  4. τιμὰς μεγίστας ἀνὰ γῆν σοι καὶ πόλον,
  5. πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων,
  6. ναούς τε σοι τεύξουσι τὸ βροτῶν φῦλον.
  7. Θᾶττον γὰρ ἀντὶ τοῦδε δυσσεβοῖς φόνου
  8. σεμνὴν ἑορτὴν τῇδε γῇ προσάψεται
  9. καὶ γῆν Σολύμων ἱερὸν τεύξει πέδον·
  10. ὧν εἵνεκα χρὴ μὴ μέτρου θρηνεῖν πέρα.
  11. Μὴ δῆτα γοῦν, δέσποιν’, ἀφέρτατα στένε,
  12. οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ᾿ ἀπαλλάσσουσα γῆς
  13. πρόσωπον, οὐ βλέφαρα δακρύων ῥοῆς.
  14. Ἕως πότε στρέψεις δὲ κάτω τὴν δέρην,
  15. ῥοαῖς καταρδεύουσα τὴν γῆν δακρύων,
  16. ἔκδικον ὄμμα παντεπόπτου Δεσπότου
  17. εἰδυῖα θᾶττον χάρμα σοι φέρειν μέγα,
  18. πρὸς ὅν σε τείνειν ὄμμα καὶ μόνον δέον;
  19. Οἶδας γὰρ, οἶδας· ἕψεται τοῖς φροιμίοις
  20. καὶ τέρμα φαιδρὸν, γηθόσυνος ἡμέρα·