Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- λάσκουσ’, ἀνευφημοῦσα τὴν ἀγγελίαν,
- θυηφάγον φέρουσά τ’ εὐώδη φλόγα,
- οἵαν θύειν φράζουσιν οἱ θεοπρόποι,
- ζῆλον ζάπυρον, πνεῦμα συντετριμμένον,
- ἔρωτά τ’ ἀκάθεκτον, ἔνθερμον λίαν,
- ἃ θυσίαν οἴδαμεν εὐφημουμένην.
- Καὶ πῶς στροβεῖ μου σπλάγχνα νῦν δριμὺ βέλος;
- κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν
- ἰδεῖν τε Παιδὸς ἣν κακωσύνην πάθοι,
- αὗται δ’ ἔπεισάν μ’ ἡμέρας μίμνειν φάος.
33
- Δέσποινα, νῦν πύκαζε σὸν δέμας τάχει.
- Ἄνδρες τρέχουσιν ἐμφανεῖς ἔξω πύλης.
- Τί δ’ ἐστί; μῶν τι δυσμενῶν ἀγγέλλεται
- λόχος κρυφαῖος ἑστάναι κατ’ εὐφρόνην;
- Ἔννυχος ὄχλος ἐν θορύβῳ συρρέει,
- στρατὸν πολύν τε πᾶσαν ἀν’ ὄρφναν βλέπω
- λαμπτῆρας εἰσφέροντα καὶ πολλὰ ξίφη.
- Καὶ μὴν πρὸς ἡμᾶς νῦν τις ἐν σπουδῇ ποδὸς
- στείχει, νέον τι πρᾶγμ’ ἔχων ἴσως φράσαι.
- Ἴδω, τί λέξει καὶ τίν’ ἀγγελεῖ λόγον. —