Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἀπαλλαγεῖσα τῆσδε τῆς ἀθυμίας.
ΘΕΟΤΟΚΟΣ.
  1. Ὤμοι, φρενὸς σῆς εὐγενοῦς τε κἀγαθῆς·
  2. Ὠ Τέκνον, οἵᾳ συμφορᾷ συνεζύγης·
  3. τὸ δ’ εὐγενές σου τῶν φρενῶν σῶον μένει·
  4. ὅσην ἀεί μοι τὴν προμήθειαν φέρεις·
  5. Ταῦτ᾿ ἐννοηθεῖσ᾿ ᾐσθόμην ἀβουλίαν
  6. πολλὴν ἔχουσα καὶ μάτην λυπουμένη
  7. μάτην θ’ ἑαυτῇ πρὸς λόγους ἀφικόμην.
ΧΟΡΟΣ.
  1. Ἄ ἄ·
  2. Πολυστόνων ἄϊον ἰαχὰν γόων,
  3. φωνὰν ἔκλυον, ἔκλυον βοὰν στόνων.
  4. θεοκλυτεῖ δ’, ὡς ἄρα δεινά τις παθών.
ΘΕΟΤΟΚΟΣ.
  1. Καὶ μὴν ὁ κλεινὸς ἄπο δὴ στείχει Πέτρος,
  2. σκυθρωπὸς, οἰκτρὸς καὶ κατανενυγμένος,
  3. θεοκλυτεῖ τις δ’ ὡς κακὸν ῥέξας μέγα.
  4. Τί, Πέτρε, θρηνεῖς; Δείν’ ἔπραξας, ἀλλ’ ὅμως
  5. ἔτ᾿ ἔστι καὶ σοὶ τῶνδε συγγνώμης τυχεῖν.
  6. Ὠ Τέκνον, ὠ φίλτατον, ὦ Θεοῦ Λόγε,
  7. σύγγνωθ’· ἁμαρτεῖν δ’ εἰκὸς ἄνθρωπον, Τέκνον,
  8. καὶ Πέτρος ἐξήμαρτε τοὺς ὄχλους τρέσας.
Ο ΧΡΙΣΤΟΣ.
  1. Στέγουσα νῦν ἄπιθι, μῆτερ παρθένε·