Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ὡς αὐτὸς εἶπας πολλάκις πρὸς σοὺς φίλους·
- τὸ πᾶν γὰρ οὕτως ἀσφαλέστερόν τ᾿ ἐμοὶ,
- σύ τ᾿ αὐτὸς ὢν ὄλβιος ὀλβίου Πατρὸς
- γνωσθεὶς ἀνυμνηθῇς γε πάσῃ τῇ κτίσει.
- Μὴ γοῦν διάξω λυπρὸν εἰς μακρὸν βίον,
- ὄχλος δ’ ἀλαστόρων γε τίσει τὴν δίκην
- τὸν Δεσπότην κτείνας σε γῆς τε καὶ πόλου.
- Οὑτοι γὰρ, ὡς ἔδρασαν, εὕρωσιν κακὰ,
- ἃ τοῖσι δυσσεβοῦσι γίνεται βροτοῖς·
- ἀλλ’ οὐ γὰρ αὐτῶν φροντίδ’ ὡς τέκνων ἔχω,
- μή πως πάθωσιν οἱ προσήκοντες σφίσι,
- πατρῷον ἐκπράσσοντες ἀσεβῆ φόνον·
- ἀλλ᾿ αὐτὸς, ὦ σπλάγχνον, θεηγενὲς φάος,
- κάτειργε, κατάπαυσον, ἔξελ’ ἐκ φόνου
- ἐγκατάλειμμα σπέρματος πεφιλμένου.
- Αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι,
- πολλῶν δ’ ἕκητι τήνδε σοι δοῦναι χάριν
- ἐγὼ πρόθυμός εἰμι, κοὐκ ἂν ἐκπέσῃς.
- Συλλήψομαι γὰρ τοῦδέ σοι πάμπαν σκοποῦ,
- αὐτή τε γνοίης ζημίας ἀντιστροφὴν,