Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Θάρσησον· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι,
- τὸ σὸν δ’ ἄραρε μᾶλλον· ἐξηγοῦ Θεὸν·
- εὕρημα δ’ οὐκ οἶσθ’ οἷον εὕρηκας τόδε·
- θήσω γὰρ αὖ σοι δῶρ’, ἃ καλλιστεύεται
- ἐν οὐρανῷ γαίῃ τε καὶ πάσῃ κτίσει.
- Πολλῶν δ’ ἕκατι τήνδε σοι δώσω χάριν.
- Πέποιθα κοὔτι σοῖς ἀπιστῶ που λόγοις.
- κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γινώσκω καλῶς·
- ἐγώ σ᾿ ἔτικτον, οἶδα δ’, ὡς ἐγεινάμην·
- ὑπερτερεῖ δ’ ἄλγημα τῶν ἐγνωσμένων.
- Ἀλλ’ ἄντομαι σε τοῦδε πρὸς σωτηρίου
- πάθους, φέροντος ἀπάθειαν τῷ γένει,
- μητροπρεπῶς τε σῶν ποδῶν ἐφάπτομαι,
- οἴκτειρον, οἴκτειρόν με τὴν δυστλήμονα
- καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν σοῦ λίπῃς,
- δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον,
- ἢν θᾶσσον οὐ βούλοιο σὴν δίκην κρίναι.
- Οὕτως ἔρως σοι πρὸς Πατρός τελεσφόρος
- σκοποῦ γένοιτο, καὶ θανόνθ’ ἑκουσίως
- ἴδοιμι νεκρέγερτον ἤματι τρίτῳ,