Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- καὶ συνιῶ μὲν, οἷα ταῦτ’ ἔσται τάχει.
- ἄλγος δ’ ὕπερθεν τῶν ἐμῶν ἐλπισμάτων.
- στένω τε πυκνὰ συμφορᾷ νικωμένη ,
- δάκρυσί τε βλέφαρα θερμοῖς τέγγεται·
- ἀεὶ γάρ ἐστι τῶν γυναικείων φῦλον
- πολύστονον τε καὶ πολύδακρυ πλέον.
70
- Ἴδ’, ὦ γυναικῶν ἐξ ἁπασῶν βελτίων,
- ὁ παρθένος πάρεστιν υἱός σοι νέος,
- ἰδοὺ δὲ καὶ σοὶ, μύστα, μήτηρ παρθένος.
- Τί γοῦν, τί, γύναι, δακρύοις τέγγεις κόρας;
- τί δ’ αὖ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς
- καὶ συγχυθεῖσ’ ἕστηκας, ἡνίκ’ εὐτυχεῖς,
- κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ τρόπον;
- Ταῦτα ξυνῳδὰ τοῖς προηγορευμένοις,
- οἷς αὐτὸς εἶπον καὶ θεοπρόπων στόμα.
- Νῦν καιρὸς ἐχθρὸν γηγενῶν τίσειν δίκην.
- Τί δῆτα λοιπὸν σῷ γ’ ἐπιστένεις Τέκνῳ ;
- Οὐδέν· λαοῦ τοῦδ’ ἐννοουμένη πέρι
- ἔγωγ᾿ ἐμαυτῇ πρὸς λόγους ἀφικόμην
- καὶ τούσδε θρηνῶ συμφορᾷ νικωμένη