Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Τέκνον ποθεινὸν, τοῦ δίκην πάσχεις τάδε;
  2. ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
  3. ἁγνὰς γὰρ, ἁγνὰς χεῖρας αἱμάτων φέρεις
  4. ἁγνά τε χείλη καὶ μέλος πᾶν καὶ στόμα,
  5. ψυχὴν πάναγνον ἄδολον τε καρδίαν.
  6. Καὶ πῶς ὁρῶ λῃσταῖς σε συνηρτημένον;
  7. οὐδ’ ἐξ ἐπακτοῦ τινὸς ἐχθρῶν πημονῆς,
  8. φίλος δ’ ἀπόλλυσ’ οὐκ ἄκονθ’ ἑκουσίως
  9. μύστης, ὃν ὑπέδειξας ἄρτῳ σοῖς φίλοις
  10. φειδεύμενος τάλανος, ὡς φύγῃ κακὸν,
  11. κἂν οὐ συνῆκεν ἐμπαγεὶς βροχώμασι.
  12. Τίνος δ’ ἕκητι γῆς ἀποστέλλει Πατὴρ,
  13. τί σ’ ὧδ’ ἀτίμως ἠθέλησε τεθνάναι,.
  14. Δύστηνος, οἷον οἷον ἔργον νῦν βλέπω
  15. οὐ τλητὸν οὐδὲ λεκτὸν, ἀλλ’ ἀπωλόμην.
  16. Αἲ αἵ, Τέκνον, σῶν πανταδίκων σφαγμάτων·
  17. αἰ αἰ μάλ’ αὖθις, ὡς κακῶς διόλλυσαι,
  18. οὐκ ἐξαμαρτὼν αὐτὸς, ἀλλ’ ἁμαρτίας
  19. πρώτης γυναικὸς ἐξιώμενος βλάβην
  20. Οἰδ᾿ οἶδα μὲν τάδ’, οἶδα δ’ οὐχ, ὅπως φράσω.