Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Μὴ γοῦν ἐάσῃς ἐκδοθῆναι βασάνοις
  2. καὶ χάρμ’ ἔσεσθαι δυσμενεῖ ψυχοφθόρῳ·
  3. Πρόστηθι καὶ ῥῦσαι δὲ πυρὸς καὶ σκότους,
  4. πίστει δικαιοῦσά με καὶ χάριτί σου·
  5. ἐν σοὶ γὰρ ὦπται χάρις ἡμῖν ἐκ Θεοῦ,
  6. καὶ σοὶ χαριστήριον ὕμνον νῦν πλέκω.
  7. Χαῖρ’, ὦ Κόρη πάγχαρτε, μῆτερ παρθένε,
  8. καλλίστα πασῶν παρθένων, ὑπερτάτη,
  9. Οὐρανιώνων ταγμάτων ὑπέρτερα,
  10. δέσποινα, παντάνασσα, χάρμα τοῦ γένους·