Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ὅθεν πεποιθώς σ’ ἐν λόγοις ἀμείβομαι
  2. καί σοι στέφανον πλεκτὸν ἐξ ἀκηράτου
  3. λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
  4. ἀνθ’ ὧν με πολλῶν ἠξίωσας χαρίτων
  5. ἀεί τε ῥύῃ συμφορῶν πολυτρόπων,
  6. ἐχθρῶν ὁρατῶν ἀοράτων τε πλέον.
  7. Τέλος δὲ κάμψαιμ’, ὥσπερ ἠρξάμην, βίου,
  8. πλουτῶν ἀεί σε προστάτιν παντὸς βίου
  9. καὶ πρέσβιν εὐπρόσδεκτον ἐς σὸν Υἱέα
  10. σὺν εὐαρεστήσασιν αὐτῷ φιλάγνοις.
  11. Μὴ γοῦν ἐάσῃς ἐκδοθῆναι βασάνοις
  12. καὶ χάρμ’ ἔσεσθαι δυσμενεῖ ψυχοφθόρῳ·
  13. Πρόστηθι καὶ ῥῦσαι δὲ πυρὸς καὶ σκότους,
  14. πίστει δικαιοῦσά με καὶ χάριτί σου·
  15. ἐν σοὶ γὰρ ὦπται χάρις ἡμῖν ἐκ Θεοῦ,
  16. καὶ σοὶ χαριστήριον ὕμνον νῦν πλέκω.
  17. Χαῖρ’, ὦ Κόρη πάγχαρτε, μῆτερ παρθένε,
  18. καλλίστα πασῶν παρθένων, ὑπερτάτη,
  19. Οὐρανιώνων ταγμάτων ὑπέρτερα,
  20. δέσποινα, παντάνασσα, χάρμα τοῦ γένους·