Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. κοὐδ’ ἔκτοτ’ ἐδράσαμεν, ἅπερ σοι φίλα.
  2. Γινώσκομεν σφάλματα, σὺ δὲ παρόρα·
  3. ἴδμεν δέ σ’ ὀργὰν οὐχ ὁμοιοῦσθαι βροτοῖς.
  4. Οἴκτειρον, ὦ Σῶτερ, με μηδὲ ταῖς ἐμαῖς
  5. ἀμπλακίαισιν ἀπολέσθαι καλλίπῃς.
  6. Παῖς γὰρ ἐγὼ σὸς παῖς τε παιδίσκης σέθεν,
  7. ἐμοῦ δ’ ἕκητι πότμον ὑπέστης, Λόγε,
  8. καὶ δυσμενεῖ με χάρμα μὴ καταλίπῃς,
  9. ῥάβδῳ δὲ σῇ παίδευε, πλὴν φιλαγάθως.
  10. Πρέσβιν δέδεξο μητέρα σὴν, ὦ Λόγε,
  11. σφᾶς δ’, οἷς ἔδωκας δεσμολύτιν σου χάριν.
  12. Πότνια, πότνα, παμμάκαιρα Παρθένε,
  13. σὺ μὲν μακάρων δάπεδον ναίεις, πόλον,
  14. ἅπαν πάχος βρότειον ἀλλαξαμένη
  15. ἀφθαρσίας τ’ ἄμφιον ἐστολισμένη
  16. ἀεί τ’ ἀγήρως ὡς Θεὸς δ’ ἐγνωσμένη·
  17. λόγοις δ’ ἐμοῖς ἄνωθεν εὐμενὴς ἕσο.
  18. Ναὶ ναὶ, Κόρη πάγκλυτε, τοὺς λόγους δέχου·
  19. μόνον γάρ ἐστι τοῦτό σοι βροτῶν γέρας,
  20. ὡς τοῦ Λόγου σοι μητρὶ, κἂν ὑπὲρ λόγον.