Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Οἵδ’ οὐδὲν ἡγήσαντο τοὺς ἐμοὺς λόγους,
  2. ἀλλ’ ἦλθον αὐτοὶ πρὸς τάφον ταχυδρόμοι
  3. εἶδόν θ’, ἅπερ γ’ ἔκλυες· οὐ χρή τ’ αὐ λέγειν,
  4. ἅτε ξυνούσης καὶ σέθεν πρὸ βραχέος
  5. ἔκλυον ἱστόρησα τ’, οἶδας παγκάλως.
  6. Τὰ πρὶν γὰρ ἀκούσασα σὺν φίλαις κόραις
  7. θάμβει καταπλαγεῖσ’ ἐμοὶ ξυνιέναι
  8. ξὺν δυσὶν ἄλλαις Μαρτίαις φιλουμέυαις
  9. ἔδραμες ἰδεῖν, ἅπερ ἔκλυες πάρος.
  10. εἶδές τε πάντα καὶ σὸν Υἱὸν, ὡς ἔδει.
  11. Εγὼ δὲ κλύω καὶ φίλων ἄλλους δύο
  12. νῦν, ἀπιόντας ὡς πρὸς ἀγρὸν, τόνδ’ ἰδεῖν
  13. καὶ πάντα μαθεῖν, ὧν μαθεῖν εἶχον πόθου.
  14. οἱ καὶ τρέχουσι τοῖς φίλοις εἰρηκέναι·
  15. κἀκεῖσ’ ἐπελθεῖν θᾶττον ἡμᾶς νῦν δέον·
  16. ἴσως ἴδωμεν αὖτε καὶ τὸν Δεσπότην.
  17. Ιδοὺ γὰρ ἤδη καὶ κνέφας τῆς ἑσπέρας·
  18. δράμωμεν οὖν, δράμωμεν, ᾗχι τοὺς φίλους
  19. τὸ νυκτερινὸν συνάγειν οἶμαι κνέφας.
ΧΟΡΟΣ.
  1. Ἰδοὺ κατειλήφαμεν οἶκον Μαρίας,