Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Μὴ γοῦν ἀπίστει· πάντ’ ἀληθῶς γὰρ κλύεις,
  2. καὶ πᾶσαν οἶμαι τὴν πόλιν φάμαν φέρειν.
  3. κουστωδίας γάρ τινες ἐκφέρουσι που
  4. καὶ θαῦμα κηρύττουσιν ἐν μυστηρίοις·
  5. ἥξουσί σοι πολλοὶ δὲ, καὶ τὸ πᾶν μάθῃς·
  6. θᾶττον γὰρ αὐτὸς ἄγγελος μηνυμάτων
  7. ἔδραμον ἐλθεῖν γηθοσύνῃ καρδίας
  8. καί σοι κομίσαι χάρμα καὶ θυμηδίαν.
ΘΕΟΤΟΚΟΣ.
  1. Εἰς καιρὸν ἥκεις, καὶ χάρις σοι κείσεται·
  2. εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλων ἄτην
  3. αὐτῶν γε μᾶλλον ἀνόμων πρεσβυτέρων,
  4. ψευδῆ τε καὶ μάταιά τ’ ἐννοουμένων.
  5. Πῶς γὰρ ἂν εἶρξε τάφος ἢ σφραγὶς λίθου
  6. ἢ φυλάκων φάλαγξ τις ἀλήπτου Λόγου
  7. εἰς συγγένειαν Πατρός ἀμειφθὲν δέμας;
  8. ὃ καὶ πρὶν ὦπτο βαῖνον ὑγρὰν ὡς πέδον,
  9. τὸν αὐτόριζον, αὐτοπλάστην Δεσπότην
  10. φέρον φέροντα τὸν φέροντα πᾶν κράτει,
  11. ὃς κλεῖθρα παρθένια μηδαμῶς λύσας
  12. ἐξῆλθεν, ἀνέτειλεν ἐνθέω σθένει ·