Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- καὶ τῆς φυλακῆς τοῦ τάφου κατεφρόνει,
- οὔθ’ οἵδε γ’ ἐξήμαρτον ἀτόλμῳ θράσει,
- οὓς κατασεῖσαι καὶ θεραπαίνης ὄπα
- ἔκλυον, ὥς μιν ἀπανήνασθαι φόβῳ.
- Ο πάνθ’ ἑδραῖος, νῦν κλονῇ τῇ καρδία
- καὶ ταῦτα κλύων πάνθ’ ὑποπτεύεις μάτην.
- Εἴθ’ ἦσθ’ ἀνὴρ πρόβουλος, ὡς δράσαι χερί·
- ἀλλ’ οὐ γὰρ αὐτὸς πάντα δύνασθαι βροτῶν
- πέφυκεν, ἄλλῳ δ’ ἄλλο δίδοται γέρας,
- σοὶ μὲν μάχεσθαι, τοῖσδε δ’ αὖ κρύπτ’ εἰδέναι·
- ὃς νῦν πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
- κλέψαι τ’ ἀπιστεῖς τοὺς ὀπαδοὺς τὸν πλάνον.
- Ἁπλοῦς ἐπ’ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
- Στράτον σὺ κλέψας κἀμὲ πειρᾷ συστρέφειν.
- Σὺ πάντ’ ἔδρασας· καὶ τὰ λοιπὰ σὺ σκόπει.
- Σὺ γοῦν νόμιζε ταῦτ’, ἐπείπερ σοι δοκεῖ,
- πράττειν ἔχοντι καὶ λέγειν μέγα σθένος.
- Τοιαῦτα μαθὼν ἀνόμων τολμήματα,
- τὴν νεχρέγερσιν κατορυσσόντων δόλῳ,
- ἔδραμον, ὦ δέσποινα, νῦν σοι μηνῦσαι.