Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. οἵδ’ οὐ μένουσι τοῖς ἐμοῖς ὀρθῶς λόγοις.
Πιλάτος.
  1. Δέδοικα, φάλαγξ, μὴ μάτην ψευδηγορῇς·
  2. μύσται γὰρ ἢν ἔκλεψαν, οὐκ ἴσμεν τορῶς·
  3. καὶ γὰρ ὕποπτόν ἐστι κάρτ’ ἐμῇ φρενί·
  4. τί γὰρ ἐναργὲς τοῦδ’ ἐρεῖς τεκμήριον;
Ἀρχιερεῖς.
  1. Ἄναξ, ταχύνεις, πρὶν μαθεῖν τὸ δρώμενον.
  2. Ὁ κλὼψ ἐν ὄρφνῃ παντὶ πάμμεγα σθένει.
  3. Ἀλλ’ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ,
  4. ὡς ἄν τις αὐτῶν καὶ ταχύπους τυγχάνων
  5. φάλαγγ’ ὑπερβὰς νυκτὸς ἐν καταστάσει,
  6. ὡς ἐν βρόχοισι δέσμιος λελημμένος,
  7. πληγαῖς χαραχθεὶς, ἐκμάθῃ τὸ πρακτέον.
  8. Ἀἰσχρὸν γὰρ ἡμῖν καὶ πρὸς αἰσχύνῃ κακὸν,
  9. Θεοῦ διδόντος, ἀνιῶντας ἀπόνως
  10. λαθεῖν ἐᾶσαι δρᾶμα δράσαντας τόσον.
Πιλάτος.
  1. Οὐκ οἶδα τοὺς σοὺς οὓς νεκροῦ φῶρας λέγεις,
  2. οὐκ οἶδ᾿· ὕποπτόν ἐστιν, ὕποπτόν γ’
  3. Πῶς γὰρ ἂν οἱ φεύγοντες ἔκλεψαν νέκυν,
  4. ὃν ζῶντα κατέλιπον ἐν πολλῷ φόβῳ;
  5. Οὔτ’ οὐν φάλαγξ ὕπνωσεν ὕπνον ἐς τόσον