Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἰλαδὸν ὑμῖν καὶ χορὸς πρεσβυτέρων
  2. Οὐκ οἶδα μύστας, οὕς νέκυν κλέψαι λέγεις·
  3. σὺ τοῦτ’ ἔδρασας· οὐδὲν ἂν δεξαίμεθα·
  4. γνώμην δ’ ἀφαιρῇ τὴν ἐμὴν, κλέπτων λόγους.
  5. Ἀλλ’ οὖν μακροῦ σοι καὶ σφοδροῦ δέει λόγου,
  6. ὅτῳ με πείσεις μὴ λέγειν ψευδηγόρως.
  7. Οὐ γὰρ μένουσι τῆς ἀληθείας λόγοι,
  8. ἀλλὰ τρέπουσι τοὺς λόγους βουλεύματα,
  9. οὐδ’ ἐμμένουσιν οἱ λόγοι βουλεύμασιν.
Κουστωδία.
  1. Ὀρθῶς, ἄναξ, εἴρηκας, ὡς τὸ δρᾶμ’ ἔχει·
  2. ἐγὼ γὰρ ὄμμ’ ἄγρυπνον εἶχον εὐφρόνῃ
  3. κοὔτ’ ἔβρισ’ οὔτ’ ἐκοίμισ’, οὐ νὴ σὴν ιάραν,
  4. εἶδόν τε πάντα καὶ δραμὼν ἦλθον λέγων.
  5. Κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν
  6. καὶ σοὶ τὸ πᾶν εἰπεῖν τε καὶ φυγεῖν δίκην·
  7. ἀλλ’ οἱ σοφοί γε καὶ τὸ θεῖον εἰδότες
  8. μεῖναί μ’ ἔπεισαν ἡμέρας λαμπρὸν φάος·
  9. οὐ γὰρ φαεννοὶ με ξυνέσχον ἡλίου
  10. λαμπτῆρες, ἀλλ’ ἔδραμον ἐς σφᾶς αὐτίκα
  11. καὶ σφίσιν εἷπον πᾶν ὅραμ’ ἄκουσμά τε·