Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- γύλλ’ εἴχε, καί ποθ’ οὐκ ἂν ἤκουσας ψόφον.
- Τὸν ἄνδρα γοῦν τόνδ’, ὅστις ἐστὶν, ὦ φίλοι,
- δέχεσθε κἂν νῦν· πάντα γὰρ δοκεῖ μέγας.
- κἀκεῖνο φασὶν αὐτὸν, ὡς ἐγὼ κλύω,
- τὴν παυσίκακον δωτίνην δοῦναι βροτοῖς, βροτοῖς,
- καὶ τοῦδ’ ἄνευ μηδὲν καλόν τ’ εἶναι ποτὲ
- μήτ’ αὖ γενέσθαι· κἂν ἀληθεύῃ λόγος,
- θύοιμ’ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
- πρὸς κέντρα λακτίζοιμι, θνητὸς ὢν θεῷ.“
- Σὺ πόλλ’ ὑπνώσας καὶ λαλεῖς ὀνείρατα.
- Ἔκλεψαν, ὡς ὑπνώσας, μύσται τὸν νέκυν,
- καὶ τοῦτο πρὸς τύραννον εἰπὲ καὶ μόνον,
- ὃ δ’ οὐ καταθύμιον ἡμῖν, σὺ σίγα·
- σιγῶν δὲ τοῦτο δεξιώσεις νῦν λάβῃς·
- ἢ γοῦν ἑκόντες ἐπράσατε τὸν νέκυν,
- κέν μὴ σιγήσῃς, τοῦτο τύραννος μάθῃ.
- Πείθῃ μὲν οὐδὲν τῶν ἐμῶν κλύειν λόγων·
- ἐγὼ δὲ, καίπερ πρὸς σέθεν κακῶς κλύων,
- οὐ φημὶ χρῆναι κατεπαίρεσθαί σ’ ἔτι,
- ἀλλ’ ἡσυχάζειν· οὐ γὰρ ἂν ἀνέξεται.