Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- μάρτυς γὰρ ἴσως τῆς ἐγέρσεως ἔσῃ.
- Ἄμμες δὲ, φίλαι, τῇδε μίμνωμεν πέλιν.
- Ναὶ ναὶ μένωμεν ἡσύχως ἐν οἰκίᾳ
- μηδ’ ἀπίωμεν ἐς τάφον νῦν Δεσπότου,
- ἀλλ’ ἰέναι μείνωμεν εὐφρόνης κνέφας.
- Καὶ μὴν ἰδοὺ, πρόεισιν ὄρφνης τὸ κνέφας.
- Λοιπὸν μένωμεν ἡσύχως ἐκ φυλάκων.
- Πῶς γάρ τις ὄρφνῃ δυσμενῶν ἀνὰ στρατὸν
- ἐλθὼν μυρίσει τόνδ’ ἀκινδύνως μολών;
- κατάσκοπον δὲ πρὸς τάφον μολεῖν ἔδει
- τίν’ ἐξ ὀπαδῶν ἄγρυπνον Διδασκάλου·
- ναὶ ναὶ προσήκει τίν᾿ ἀπιέναι τάχει·
- κἂν μέν τινα κρυφαῖον οὐ γνοίη δόλον,
- βῶμεν πρὸς ὄρθρον τύμβον ἐς ζωηφόρον·
- δέμας νέκυος τοῦ μυρίσαι κατ᾿ ἔθος
- ἐλευσόμεσθα· τήνδ’ ἔχω γνώμην ἐγώ.
- Ἢν δ’ αὖ τιν’ ἐχθρῶν μηχανὴν
- τῆς καλλιφεγγοῦς ἡμέρας τὴν ἀκτῖνα
- σιγῇ μενοῦμεν, οὐδὲ χρεία μυρίσαι
- τὸν κείμενον νῦν· οὐ γὰρ ὑπὸ γῆς ζόφον