Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. πέμψαι φύλακας καὶ σφραγίσαι τὸν λίθον,
  2. ὡς μὴ τάχα κλέψωσι μύσται τὸν νέκυν·
  3. ὧν οὕνεκ᾿ ἦλθον πρὸς σὲ ταῦτ᾿ ἀπαγγέλων.
ΘΕΟΤΟΚΟΣ.
  1. Ὠ ῥάπτα κακῶν τῶν ἀφερτάτων ἐμοὶ,
  2. γραμματέων ὅμιλε καὶ πρεσβυτέρων·
  3. ὠ τῆς φονώσης ἐργάτα τολμηρίας,
  4. ὠ δραματουργὲ τοῦ φόνου τοῦ Δεσπότου,
  5. ὡς συνιεὶς μὲν, οἶα τολμᾷς ἀφρόνως,
  6. δέξῃ βέλος δριμύ τι κατὰ καρδίας,
  7. πάνδεινον ἀλγῶν ἄλγος· ἢν δ’ ἄρ᾿ ἐς τέλος
  8. ἐν τοῖσδε μείνῃς, οἷς τανῦν κακῶς μένεις,
  9. οὐκ εὐπραγῶν δόξεις γε μὴ κακῶς ἔχειν
  10. ἐξ ἀφροσύνης καὶ κακῆς ἀβουλίας·
  11. γνοίης δ’ ὅμως ἔπειθ’, ὅτ’ οὐ κέρδος τί σοι.
  12. !Πῶς γὰρ ἔσονται νεχροφῶρες οἱ μόγις
  13. μιαιφόνους σφῶν χεῖρας ἐκπεφευγότες;
  14. προσεγγίσαι πείσει δὲ τὶς σφᾶς τῷ τάφῳ,
  15. οὕτω τρέσαντας καὶ λίαν πεφρικότας;
  16. Ἄπιθ᾿ ἄπιθι καὶ φύλασσε τὸν τάφον,
  17. ναὶ ναὶ, φάλαγξ, ἄπιθι κἀσφαλῶς βλέπε·