Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- σπουδῇ σκυθρωπὸν ἐνθάδ᾿ ἐφωρμημένον·
- δοκεῖ δὲ καινῶν ἄγγελος μηνυμάτων.
- Πη πη μολὼν εὕροιμ’ Ἰησοῦ μητέρα;
- εἴπατέ μοι, γυναῖκες, εἴπερ ἴστε, μοι
- σημήνατ᾿ · ἆρα τῶνδε δωμάτων ἔσω;
- Ἥδ᾿ ἐντὸς, ἀθρεῖς, τῶνδε δωμάτων μένει.
- Δέσποινα μῆτερ Μυσταγωγοῦ μοι φίλου,
- καὶ νῦν μερίμνης ἄξιον φέρω λόγον
- σοὶ καὶ μαθηταῖς καὶ γυναιξὶ σοὶ φίλαις.
132
- Εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλων φόβον.
- Τί δ’ ἐστί; μῶν τις συμφορὰ νεωτέρα;
- Πολλὴ φάλαγξ ἔνοπλος εἰς τάφον μολεῖ,
- τίνος δ’ ἕκητι, συμβαλεῖν σάφ’ οὐκ ἔχω,
- ἥκω δ’ ἀκούσας οὐ τορῶς, φήμη δέ τις
- λαοῖσιν ἐμπέπτωκεν, ὡς κατάσκοποι
- ἥκουσι τάφου· χὠ μὲν οὐκ ἰδὼν λέγει,
- ὅδ’ εἰσιδὼν μολοῦντας οὐκ ἔχει λέγειν,
- ὃς δ’ εἰδέναι λέγων τι φράζειν οὐ θέλει.
- Πλὴν εἱς τις εἰπε γραμματεῖς προσιέναι
- καὶ ταῦτα πεῖσαι κοίρανον τῆσδε χθονὸς